ελ
Καινή Διαθήκη
1 ΑΓΑΠΗΤΟΙ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Αγαπητοί, μὴ δίδετε ἐμπιστοσύνην εἰς καθένα, ποὺ σᾶς λέγει, ὅτι ἐμπνέεται ἀπὸ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὅτι ἔχει πνευματικὸν χάρισμα. Ἀλλ’ ἐξετάζετε καὶ διακρίνετε τοὺς ἀνθρώπους, ποὺ ἐμφανίζονται ἐμπνεόμενοι ἀπὸ τὸ Πνεῦμα, ἐὰν πράγματι προέρχωνται οὗτοι ἀπὸ τὸν Θεόν. Διότι πολλοὶ ψευδοπροφῆται ἐβγῆκαν εἱς τὸν κόσμον.
2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι·
Μὲ αὐτὸ δὲ τὸ σημάδι καὶ μὲ αὐτὸ τὸ κριτήριον γνωρίζετε καὶ διακρίνετε ἀσφαλῶς τὸ Πνεῦμα τοῦ Θεοῦ· κάθε ἄνθρωπος δηλαδή, ποὺ παρουσιάζεται μὲ χάρισμα Πνεύματος, ἐὰν ὁμολογῇ ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ ἔργα, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐσαρκώθη πράγματι καὶ ἔζησεν ὡς ἄνθρωπος φέρων τὴν ἀνθρωπίνην φύσιν, εἶναι ἐκ τοῦ Θεοῦ.
3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
Καὶ καθένας ὁ ὁποῖος λέγει μέν, ὅτι ἔχει ἔμπνευσιν Πνεύματος, δὲν ὁμολογεῖ ὅμως, ὅτι ὁ Ἰησοῦς ἐνηνθρώπησε καὶ ἦλθεν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν μὲ σάρκα ἀνθρωπίνην, δὲν εἶναι ἐκ τοῦ Θεοῦ. Καὶ τοῦτο, ἤτοι τὸ νὰ ἀρνῆται κανεὶς τὸν Θεάνθρωπον Ἰησοῦν, εἶναι τὸ πνεῦμα τοῦ ἀντιχρίστου, περὶ τοῦ ὁποίου ἔχετε ἀκούσει, ὅτι πρόκειται νὰ ἔλθῃ. Καὶ τώρα πλέον εἶναι ὁ ἀντίχριστος ἐν τῷ κόσμῳ διὰ τῶν αἱρέσεων καὶ τῶν ψευδοδιδασκαλιῶν, ποὺ προπαρασκευάζουν τὸ ἔδαφος διὰ τὴν προσωπικὴν ἔλευσίν του.
4 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
Σεῖς ὅμως, παιδάκια μου, ἔχετε ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν καὶ ἔχετε νικήσει τοὺς ψευδοδιδασκάλους αὐτοὺς διὰ τῆς ἐμμονῆς σας εἰς τὴν ἀληθῆ διδασκαλίαν. Καὶ τοὺς ἔχετε νικήσει, διότι ὁ Θεός, ποὺ εἶναι μέσα σας καὶ σᾶς φωτίζει καὶ σᾶς ἐνισχύει, εἶναι μεγαλύτερος καὶ δυνατώτερος παρὰ ὁ σατανᾶς, ποὺ ἐνεργεῖ καὶ ἄρχει μεταξὺ τοῦ κόσμου τῶν ἀνθρώπων, ποὺ εἶναι μακρὰν τοῦ Θεοῦ.
5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
Αὐτοὶ οἱ ψευδοπροφῆται προέρχονται καὶ ἐμπνέονται ἀπὸ τὸν μακρὰν τοῦ Θεοῦ κόσμον. Δι’ αὐτὸ διδάσκουν σύμφωνα μὲ τὸ πνεῦμα τοῦ κόσμου καὶ ὁ κόσμος τοὺς ἀκούει καὶ τοὺς δέχεται.
6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Ἡμεῖς ὅμως οἰ Ἀπόστολοι καί οἰ διδάσκαλοι τοῦ εὐαγγελίου καταγόμεθα ἀπὸ τὸν Θεόν καὶ ἐμπνεόμεθα ἀπὸ τὸν Θεόν· ἐκεῖνος δέ, ποὺ ἀνεγεννήθη ἀπὸ τὸν Θεόν καὶ γνωρίζει τὸν Θεόν, ἀκούει μὲ προθυμίαν τὴν διδασκαλίαν μας. Ἐκεῖνος, ποὺ δὲν εἶναι ἀπὸ τὸν Θεόν καὶ δὲν ἔχει ἀναγεννηθῇ ἀπὸ αὐτόν, δὲν ἀκούει καὶ δὲν δέχεται τὴν διδασκαλίαν μας. Μὲ τὸ σημάδι αὐτὸ διακρίνομεν τὸ Πνεῦμα τοῦ Θεοῦ, ποὺ ὁδηγεῖ εἰς τὴν ἀλήθειαν, καὶ τὸ πνεῦμα τοῦ διαβόλου ποὺ ὁδηγεῖ εἰς τὴν πλάνην.
7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν.
Ἀγαπητοί, ἂς ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον, διότι ἡ ἀγάπη πηγάζει καὶ ἔχει τὴν ἀρχήν της ἀπὸ τὸν Θεόν. Καὶ καθένας, ποὺ ἀγαπᾷ καὶ ἔχει τὴν ἀγάπην ὁδηγὸν καὶ κανόνα τοῦ βίου του, ἔχει γεννηθῇ ἀπὸ τὸν Θεὸν καὶ εὑρίσκεται εἰς οἰκείας σχέσεις πρὸς τὸν Θεόν. Λόγῳ δὲ τῶν σχέσεών του τούτων πρὸς τὸν Θεόν γνωρίζει τὸν Θεὸν ὁλονὲν καὶ τελειότερον.
8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν.
Ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ, δὲν ἐγνώρισε ποτὲ τὸν Θεόν, διότι ὁ Θεὸς εἶναι ἀγάπη.
9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ.
Ἔγινε δὲ φανερὰ ἡ ἀγάπη τοῦ Θεοῦ ἐν μέσῳ ἡμῶν μὲ τοῦτο κατ’ ἐξοχὴν τὸ γεγονός, μὲ τὸ γεγονὸς δηλαδὴ ὅτι τὸν Υἱόν του τὸν μονάκριβον ἔχει ἀποστείλει εἰς τὸν κόσμον, ἵνα ἡμεῖς, ποὺ λόγῳ τῶν ἁμαρτιῶν μας εἴχομεν καταδικασθῆ εἰς θάνατον αἰώνιον, ζήσωμεν δι’ αὐτοῦ τὴν πνευματικὴν καὶ αἰωνίαν ζωήν.
10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Εἰς αὐτὸ συνίσταται ἡ ἀγάπη, ὄχι εἰς τὸ ὅτι ἡμεῖς πρῶτοι ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ’ εἰς τὸ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καίτοι ἤμεθα ἀνάξιοι καὶ δὲν τὸν ἠγαπῶμεν. Καὶ μᾶς ἠγάπησε τόσον, ὥστε ἀπέστειλε τὸν Υἱόν του διὰ νὰ προσφέρῃ τὸ αἷμα του θυσίαν ἐξιλεωτικὴν διὰ τὰς ἁμαρτίας μας.
11 Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Ἀγαπητοί, ἐὰν τόσον ἐξαιρετικὰ μᾶς ἠγάπησεν ὁ Θεός, ἕπεται ἐκ τούτου, ὅτι καὶ ἡμεῖς ἔχομεν χρέος νὰ ἀγαπώμεθα μεταξύ μας.
12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.
Ποῖος εἶναι εἰς τὴν φύσιν του καὶ εἰς τὴν οὐσίαν του ὁ Θεός, κανεὶς δὲν ἔχει ἴδει ποτέ. Καὶ ὅμως ὁ ἀόρατος καὶ ἀνώτερος πάσης κατανοήσεως Θεός, ἐὰν ἀγαπώμεθα μεταξύ μας, μένει μέσα μας καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην του αἰσθανόμεθα τελείαν καὶ πλήρη εἰς τὸ ἐσωτερικόν μας.
13 ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
Μὲ τοῦτο τὸ σημεῖον γνωρίζομεν, ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς μένει ἐν ἡμῖν, μὲ τὸ ὅτι μᾶς ἔχει δώσει ἀπὸ τὸ Πνεῦμα του, τὸ ὁποῖον μᾶς κατέστησε ναοὺς καὶ κατοικητήριά του.
14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
Καὶ ἐπὶ πλέον ἡμεῖς οἱ Ἀπόστολοι ἔχομεν ἴδει μὲ τὰ μάτια μας καὶ ὡς αὐτόπται μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἔχει ἀποστείλει τὸν Υἱόν του ὡς σωτῆρα τοῦ κόσμου καὶ ἐξεδήλωσεν ἔτσι τὴν τελείαν του ἀγάπην πρὸς ἡμᾶς.
15 ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ.
Ὁποιοσδήποτε ὁμολογήσῃ μὲ ὅλας τὰς δυνάμεις του, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς μένει ἐν τῷ Θεῷ.
16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Καὶ ἡμεῖς ἔχομεν γνωρίσει διὰ τῆς χριστιανικῆς μας πείρας καὶ ἔχομεν πιστεύσει τὴν ἀγάπην, τὴν ὁποίαν ἔχει πρὸς ἡμᾶς ὁ Θεός, καὶ τρανὸν δεῖγμα αὐτῆς εἶναι ἡ ἐνανθρώπησις τοῦ Υἱοῦ του. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ἐκεῖνος ποὺ μένει ἐν τῇ ἀγάπῃ καὶ ἀσκεῖ αὐτὴν συνεχῶς, μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ.
17 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
Σημεῖον δὲ ὅτι ἡ ἀγάπη ἔφθασεν εἰς τελειότατον βαθμὸν μαζί μας καὶ προωδεύσαμεν εἰς αὐτὴν εἰς τὸν τέλειον βαθμόν, εἶναι τὸ νὰ ἀναμένωμεν μὲ θάρρος καὶ ἀφοβίαν τὴν ἡμέραν τῆς κρίσεως. Καὶ θὰ ἔχωμεν τὸ θάρρος καὶ τὴν ἀφοβίαν αὐτὴν κατὰ τὴν ἡμέραν ἐκείνην, διότι διὰ τῆς ἀγάπης γινόμεθα ὅμοιοι πρὸς τὸν Κριτήν, ποὺ θὰ μᾶς κρίνῃ. Ὅπως δηλαδὴ εἶναι τώρα ὁ Χριστὸς ἐν τῷ οὐρανῷ πλήρης ἀγάπης, τοιοῦτοι εἴμεθα καὶ ἡμεῖς. Γεμᾶτοι δηλαδὴ ἀγάπην μεταξὺ τοῦ κόσμου αὐτοῦ, ποὺ στερεῖται καὶ δὲν ἔχει τὴν ἀγάπην.
18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
Φόβος τοῦ Κριτοῦ ἐξ αἰτίας ἐνοχῆς, διὰ τὴν ὁποίαν θὰ μᾶς δικάσῃ, δὲν ὑπάρχει εἰς ἐκεῖνον ποὺ ἀγαπᾷ, ἀλλ’ ἡ ἀγάπη, ὅταν εἶναι τελεία, ἀπομακρύνει καὶ βγάζει ἔξω ἀπὸ τὴν ψυχὴν τὸν φόβον. Διότι ὁ φόβος προκαλεῖ βάσανον καὶ τιμωρίαν λόγῳ τῆς ποινῆς, τὴν ὁποίαν μετὰ τρόμου ὁ ἔνοχος περιμένει νὰ τοῦ ἐπιβάλει ὁΚριτὴς διὰ τὰς ἁμαρτίας του. Ἐκεῖνος δὲ ποὺ φοβεῖται ἐξ αἰτίας τῆς ἐνοχῆς του, δὲν ἔχει γίνει τέλειος εἰς τὴν ἀγάπην.
19 Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Ἡμεῖς οἱ Χριστιανοὶ ἀγαπῶμεν τὸν Θεόν, ἐπειδὴ αὐτὸς πρῶτος μᾶς ἠγάπησε καὶ προηγήθη ἒν τῇ ἀγάπῃ του πρὸς ἡμᾶς.
20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;
Ἔχομεν λοιπὸν χρέος νὰ τὸν ἀγαπῶμεν. Καὶ τότε ἀγαπῶμεν τὸν Θεόν, ὅταν δεικνύωμεν τὴν ἀγάπην μας καὶ πρὸς τοὺς ἀδελφούς μας, ποὺ εἶναι εἰκόνες καὶ τέκνα τοῦ Θεοῦ. Ἐὰν εἴπῃ κανείς, ὅτι ἀγαπῶ τὸν Θεόν καὶ κατὰ τὸν αὐτὸν χρόνον μισῇ τὸν ἀδελφόν του Χριστιανόν, αὐτὸς δὲν λέγει ἀλήθειαν καὶ εἶναι ψεύστης. Διότι ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ τὸν ἀδελφόν του, τὸν ὁποῖον ἀπὸ μακροῦ χρόνου ἑξακολουθητικῶς βλέπει, πῶς εἶναι δυνατὸν νὰ ἀγαπᾷ τὸν Θεόν, ποὺ δὲν ἔχει ἴδει ποτέ;
21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Καὶ ταύτην τὴν ἐντολὴν ἐλάβομεν ἀπὸ τὸν Θεόν, δηλαδὴ ἐκεῖνος ποὺ ἀγαπᾷ τὸν Θεόν, ν’ ἀγαπᾷ καὶ τὸν ἀδελφόν του Χριστιανόν.
Ερμηνεία Π. Τρεμπέλα