ελ
Καινή Διαθήκη
1 ΟΥΤΟΣ γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
Εἶναι δὲ ὁ Ἰησοῦς ἱερεὺς σὰν τὸν Μελχισεδέκ, διότι οὗτος ὁ Μελχισεδέκ, βασιλεὺς τῆς πόλεως Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, εἶναι ἐκεῖνος, ὁ ὁποῖος συνήντησε τὸν Ἀβραάμ, ὅταν ἐπέστρεφεν ἀπὸ τὴν σφαγὴν καὶ καταστροφὴν τῶν βασιλέων καὶ εὐλόγησεν αὐτόν,
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης,
διὰ τὸν ὁποῖον ἐξεχώρισεν ὁ Ἀβραὰμ καὶ τὸ ἓν δέκατον ἀπὸ ὅλα τὰ λάφυρα. Αὐτὸς ὁ Μελχισεδὲκ πρῶτον μὲν ἔχει ὄνομα, τὸ ὁποῖον ἑρμηνευόμενον ἐξηγεῖται βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ εἶναι βασιλεὺς Σαλήμ, τουτέστι βασιλεὺς εἰρήνης. Διότι τὸ Σαλὴμ σημαίνει εἰρήνη. Καὶ κατὰ τὰ ὀνόματα λοιπὸν αὐτὰ ἦτο ὁ Μελχισεδὲκ τύπος τοῦ Ἰησοῦ Χριστοῦ τοῦ πραγματικοῦ βασιλέως τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης.
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Ἐνῷ δὲ ἡ Ἁγία Γραφὴ μᾶς καθιστᾷ γνωστὴν πάντοτε τὴν καταγωγὴν καὶ γενεαλογίαν τῶν ἐπισήμων προσώπων, μνημονεύει δὲ καὶ τὸν θάνατόν των, ἐξεπίτηδες ἀποσιωπᾷ καὶ τὴν καταγωγὴν καὶ τὸν θάνατον τοῦ Μελχισεδέκ. Καὶ ἔτσι παρουσιάζεται ὁ Μελχισεδὲκ χωρὶς πατέρα, χωρὶς μητέρα, χωρὶς γενεαλογίαν, σὰν νὰ μὴ ἔχῃ οὔτε ἀρχὴν ἡμερῶν οὔτε τέλος ζωῆς, ἀλλὰ ὅμοιος πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ μένει διαρκῶς ἱερεύς. Ὁ Μελχισεδὲκ δηλαδὴ εἶναι πλῆρες σύμβολον τοῦ Θεανθρώπου Ἀρχιερέως μας, ὁ ὁποῖος ὡς ἄνθρωπος μὲν εἶναι ἀπάτωρ καὶ δὲν ἔχει πατέρα, ὡς Θεὸς δὲ εἶναι ἀμήτωρ, διότι ἐγεννήθη ἐκ μόνου τοῦ Πατρός. Εἶναι δὲ Ἀρχιερεὺς αἰώνιος, χωρὶς νὰ τὸν διαδεχθῇ κανείς, καὶ συμβολίζεται αὐτὸ ἀπὸ τὸ ὅτι ἡ Γραφὴ δὲν ἀναφέρει θάνατον τοῦ Μελχισεδέκ.
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
Παρατηρήσατε δὲ πόσον μεγάλος ἦτο αὐτὸς ὁ Μελχισεδέκ, ἀφοῦ εἰς αὐτὸν ἔδωκε καὶ τὸ ἓν δέκατον ἀπὸ τὰ ἐκλεκτότερα ἐκ τῶν λαφύρων του ὁ Ἀβραάμ, ὁ περίφημος καὶ ἔνδοξος πατριάρχης.
5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ' ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
Καὶ ἐκεῖνοι μὲν ἀπὸ τοὺς ἀπογόνους τοῦ Λευΐ, ποὺ λαμβάνουν τὴν ἱεροσύνην, ἔχουν ἐντολὴν ἀπὸ τὸν Θεὸν νὰ παίρνουν τὸ ἕνα δέκατον ἀπὸ τὰ εἰσοδήματα τοῦ Ἰουδαϊκοῦ λαοῦ σύμφωνα μὲ τὸν νόμον. Ὅταν δὲ λέγωμεν λαόν, ἐννοοῦμεν τοὺς ἀπογόνους τῶν πατριαρχῶν, ποὺ ἦσαν ἀδελφοί του Λευΐ. Παίρνουν λοιπόν οἰ ἀπόγονοι τοῦ Λευῒ τὸ ἕνα δέκατον ἀπὸ τὰ εἰσοδήματα τῶν ἀδελφῶν των, καίτοι ἔχουν βγῇ καὶ οἱ φορολογούμενοι οὗτοι ἀπὸ τὴν μέσην τοῦ Ἀβραὰμ καὶ κατάγονται ἐξ ἴσου πρὸς τοὺς Λευΐτας ἀπὸ αὐτόν.
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.
Ὁ Μελχισεδὲκ ὅμως, ὁ ὁποῖος δὲν ἔχει τὴν γενεαλογίαν καὶ καταγωγήν του ἀπὸ αὐτούς, ἔχει πάρει δεκάτην ἀπὸ τὸν Ἀβραάμ. Καὶ ἔχει εὐλογήσει αὐτὸς τὸν Ἀβραάμ, ποὺ εἶχε τὰς θείας ἐπαγγελίας.
7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
Εἶναι δὲ ἔξω ἀπὸ κάθε ἀντίρρησιν καὶ ἀντιλογίαν, ὅτι τὸ μικρότερον καὶ κατώτερον εὐλογεῖται ἀπὸ τὸ μεγαλύτερον καὶ ἀνώτερον. Διὰ νὰ εὐλογήσῃ λοιπὸν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ σημαίνει, πῶς ἦτο ἀνώτερός του.
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
Καὶ ἐδῶ μὲν εἰς τὸν Μωσαϊκὸν νόμον λαμβάνουν δεκάτας ἄνθρωποι ποὺ πεθαίνουν. Ἐκεῖ δὲ εἰς τὴν περίπτωσιν τοῦ Ἀβραὰμ ἔλαβε δεκάτας ὁ Μελχισεδέκ, ὁ ὁποῖος μαρτυρεῖται ὅτι ζῇ, διότι ἡ Γραφὴ δὲν ὁμιλεῖ περὶ θανάτου τοῦ Μελχισεδέκ.
9 καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευΐ ὁ δεκάτας λαμβάνων δεδεκάτωται·
Καὶ μὲ ὀλίγα λόγια, διὰ τὸν Ἀβραὰμ καὶ ἐν τῷ προσώπῳ τοῦ Ἀβραάμ, ποὺ ἔδωκε τὴν δεκάτην εἰς τὸν Μελχισεδέκ, ἔχει δώσει δεκάτην εἰς τὸν Μελχισεδὲκ καὶ ὁ Λευϊ, ποὺ λαμβάνει δεκάτας ἀπὸ τοὺς ἀδελφούς του.
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
Ἔχει δώσει δὲ καὶ ὁ Λευῒ δεκάτην εἰς τὸν Μελχισεδέκ, διότι ἦτο ἀκόμη ὁ Λευϊ εἰς τὴν μέσην, ἤτοι εἰς τὸ κέντρον τῆς γενετησίου λειτουργίας τοῦ πάππου του Ἀβραάμ, ὅταν ἐσυνάντησεν αὐτὸν ὁ Μελχισεδὲκ καὶ ἐπῆρεν ἀπὸ αὐτὸν τὴν δεκάτην. Ἀφοῦ λοιπὸν ἔδωκεν εἰς τὸν Μελχισεδὲκ δεκάτην καὶ ὁ Λευΐ, σημαίνει ὅτι ὁ Μελχισεδὲκ ἦτο ἀνώτερος ἀπὸ τοὺς ἱερεῖς καὶ ἀρχιερεῖς, ποὺ κατάγονται ἀπὸ τὸν Λευΐ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
Ἂς ἴδωμεν τώρα ποῖον συμπέρασμα βγαίνει ἀπὸ ὅσα εἴπομεν. Ἐὰν μὲν λοιπὸν ἦτο δυνατὸν νὰ κατορθωθῇ ἡ τελεία σχέσις, καὶ συμφιλίωσίς μας μὲ τὸν Θεὸν διὰ μέσου τῆς Λευϊτικῆς ἱερωσύνης, ποὺ ἦτο κάτι οὐσιῶδες διὰ τὴν ὅλην Μωσαϊκὴν νομοθεσίαν - διότι ὁ λαὸς εἶχε λάβει τὸν νόμον στηριγμένον καὶ θεμελιωμένον εἰς τὴν ἱερωσύνην αὐτὴν ἡ ὁποία πλέον ἀνάγκη ὑπῆρχε νὰ ἀναστηθῇ καὶ ἀναδειχθῇ ἄλλος ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ καὶ νὰ μὴ ὀνομάζεται καὶ ὁ νέος ἱερεὺς κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεύς; Ἦτο λοιπὸν ἀνεπαρκὴς ἡ παλαιὰ ἱερωσύνη καὶ δι’ αὐτὸ ἀνεδείχθη ὑπὸ τοῦ Θεοῦ νέα ἱερωσύνη. Ἀλλ’ αὐτὸ συνεπιφέρει καὶ μεταβολὴν τοῦ νόμου.
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
Διότι ὅταν μεταβάλλεται καὶ ἀλλάσσῃ ἡ ἱερωσύνη, ἐπὶ τῆς ὁποίας ἐστηρίζετο ἡ Μωσαϊκὴ νομοθεσία, κατ’ ἀνάγκην ἐπακολουθεῖ καὶ ἀλλαγὴ νόμου καὶ ἀντικαθίσταται λοιπὸν ἡ Παλαιὰ Διαθήκη ὑπὸ τῆς Νέας.
13 ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
Πράγματι δὲ μετετέθη καὶ ἀντικατεστάθη ἡ Λευϊτικὴ ἱερωσύνη. Διότι ἐκεῖνος, διὰ τὸν ὁποῖον λέγονται ταῦτα καὶ τὸν ὁποῖον ἐσυμβόλιζεν ὁ Μελχισεδέκ, ὁ Ἰησοῦς Χριστὸς δηλαδή, κατάγεται ἀπὸ ἄλλην φυλήν, ἀπὸ τὴν ὁποίαν δὲν ἐπλησίασε κανεὶς ὡς ἱερεὺς εἰς τὸ θυσιαστήριον.
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.
Διότι εἶναι φανερόν, ὅτι ὁ Κύριος μας σὰν ἄλλος ἥλιος δικαιοσύνης ἀνέτειλεν ἀπὸ τὴν φυλὴν Ἰούδα, διὰ τὴν φυλὴν δὲ αὐτὴν δὲν εἶπε τίποτε περὶ ἱερωσύνης ὁ Μωϋσῆς.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,
Καὶ γίνεται ἀκόμη περισσότερον φανερόν, ὅτι ἡ Λευϊτικὴ ἱερωσύνη καὶ ἡ Παλαιὰ Διαθήκη μετετέθησαν καὶ ἀντικατεστάθησαν, ἐκ τοῦ ὅτι ἀνέστη καὶ ἀνεδείχθη ἄλλος ἱερεὺς ὅμοιος πρὸς τὸν Μελχισεδέκ.
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
Καὶ ὁ νέος αὐτὸς ἱερεύς, ὁ Χριστὸς δηλαδή, ἔγινεν ἱερεὺς ὄχι σύμφωνα μὲ νόμον, ποὺ ἔχει ἐντολάς, αἱ ὁποῖαι ἀνεφέροντο εἰς τὰ ἐξωτερικὰ καὶ πρόσκαιρα καὶ ἒν γένει εἰς τὴν κάθαρσιν τῆς σαρκός, ἀλλ’ ἔγινεν ἱερεὺς διὰ τῆς δυνάμεως τοῦ Πατρὸς καὶ τῆς ἰδικῆς του, ἡ ὁποία εἶναι δύναμις ζωῆς, ποὺ δὲν καταλύεται ἀπὸ θάνατον, ἀλλ’ εἶναι αἰωνία.
17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Λέγω ὅτι εἶναι δύναμις ζωῆς αἰωνίας, διότι μαρτυρεῖ ἡ Γραφὴ περὶ τοῦ νέου ἱερέως Χριστοῦ, ὅτι σὺ εἶσαι ἱερεὺς αἰώνιος κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.
18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·
Μὴ σᾶς φαίνεται δὲ παράδοξον, ὅτι ἀντικατεστάθη καὶ ὁ νόμος, ποὺ ἐστηρίζετο εἰς τὴν καταργηθεῖσαν ἱερωσύνην. Διότι γίνεται τώρα ἀθέτησις μὲν καὶ ἀκύρωσις τοῦ παλαιοτέρου καὶ προγενεστέρου νόμου, ἐπειδὴ οὗτος δὲν εἶχε δύναμιν νὰ κάμῃ τέλειον τὸν ἄνθρωπον καὶ δὲν ἠδύνατο νὰ ὠφελήσῃ αὐτόν.
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ.
Διότι ὁ νόμος δὲν ἔδωκε τὴν τελειότητα εἰς τίποτε. Τώρα δὲ μὲ τὴν Νέαν Διαθήκην γίνεται εἰσαγωγὴ ἐλπίδος καλυτέρας ἀπὸ ἐκείνην, ποὺ ἔδιδεν ὁ νόμος. Ὁ νόμος ἔδιδεν ἐλπίδα προσκαίρων καὶ ἐπιγείων ἀγαθῶν. Ἐνῶ ἡ Νέα Διαθήκη μᾶς παρέχει τὴν ἐλπίδα τῆς κληρονομίας τῶν ἐπουρανίων ἀγαθῶν. Καὶ μὲ τὴν ἐλπίδα αὐτὴν πλησιάζομεν πρὸς τὸν Θεόν.
20 καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας· ~οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
Φαίνεται δὲ ἡ ὑπεροχὴ τῆς νέας ἱερωσύνης καὶ ἀπὸ τὸ ὅτι ὁ Χριστὸς δὲν ἔγινεν ἱερεὺς χωρὶς νὰ δοθῇ ὅρκος. Διότι οἰ μὲν ἱερεῖς τῆς Παλαιᾶς Διαθήκης ἔγιναν ἱερεῖς, χωρὶς νὰ κάμῃ δι’ αὐτοὺς ὅρκον ὁ Θεός.
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·~
Ὁ Χριστὸς ὅμως ἔγινεν ἱερεὺς μὲ ὅρκον, ποὺ ἐδόθη ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ψαλμῳδοῦ, ὁ ὁποῖος εἶπε πρὸς τὸν Χριστόν· Ὡρκίσθη ὁ Κύριος καὶ δὲν θὰ μεταμεληθῇ, ὥστε νὰ μεταβάλῃ ἀπόφασιν· Σὺ εἶσαι ἱερεὺς αἰώνιος κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.
22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
Ὅσον δὲ ὁ Ἰησοῦς ἔγινεν ἱερεὺς ὕψιστος, ποὺ ἔλαβε τὴν ἱερωσύνην μὲ ὅρκον, τόσον περισσότερον ἔγινε καὶ ἐγγυητὴς καὶ μεσίτης ἀνωτέρας καὶ αἰωνίας Διαθήκης.
23 Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
Καὶ τῆς μὲν Παλαιᾶς Διαθήκης οἱ ἱερεῖς ἔγιναν πολλοὶ κατὰ τὸν ἀριθμόν, ἐπειδὴ ἠμποδίζοντο ἀπὸ τὸν θάνατον νὰ παραμένουν διαρκῶς εἰς τὴν ἱερωσύνην.
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
Ὁ Χριστὸς ὅμως, ἐπειδὴ μένει ἐν τῇ ζωῇ εἰς τὸν αἰῶνα, ἔχει διηνεκῆ καὶ ἀμεταβιβαστον εἰς ἄλλους τὴν ἱερωσύνην.
25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
Διὰ τοῦτο καὶ δύναται νὰ σώζῃ τελείως ἐκείνους, ποὺ προσέρχονται διὰ μέσου αὐτοῦ εἰς τὸν Θεόν, ἐπειδὴ ζῇ πάντοτε διὰ νὰ μεσιτεύῃ καὶ προσεύχεται ὑπὲρ αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,
Ἀντικατεστάθη λοιπὸν ἡ Λευϊτικὴ ἱερωσύνη. Διότι τέτοιος, μὲ τέτοια προσόντα μᾶς ἐχρειάζετο Ἀρχιερεύς, εὐσεβὴς καὶ ἅγιος, ἀπηλλαγμένος ἀπὸ κακίαν καὶ πονηρίαν, ἀμόλυντος, χωρισμένος ἀπὸ τοὺς ἁμαρτωλούς. Καὶ ὅσον μὲν ἔζη εἰς τὴν γῆν, ἦτο χωρισμένος ἀπὸ τοὺς ἁμαρτωλοὺς λόγῳ τῆς ἀπολύτου ἀναμαρτησίας του. Τώρα δὲ καὶ διότι ἀνυψώθη παραπάνω ἀπὸ τοὺς οὐρανοὺς καὶ κάθεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ.
27 ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
Αὐτὸς ὁ νέος Ἀρχιερεὺς δὲν ἔχει ἀνάγκην, ὅπως οἱ ἀρχιερεῖς τοῦ νόμου, νὰ προσφέρῃ κάθε ἡμέραν θυσίας προτήτερα διὰ τὰς ἰδικάς του καὶ ἔπειτα διὰ τοῦ λαοῦ τὰς ἁμαρτίας. Δὲν ἔχει ἀνάγκην νὰ προσφέρῃ θυσίας διὰ τὸν ἑαυτόν του, διότι ὑπῆρξεν ἀναμάρτητος. Δὲν ἔχει ἀνάγκην κάθε ἡμέραν νὰ προσφέρῃ θυσίας ὑπέρ του λαοῦ, διότι τοῦτο, ἤτοι τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν τὴν ἔκαμε μίαν φορὰν γιὰ πάντα, θυσιάσας τὸν ἑαυτόν του.
28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Διαφέρει δὲ τόσον πολὺ ὁ Ἀρχιερεύς μας ἀπὸ τοὺς ἀρχιερεῖς του νόμου, διότι ὁ νόμος ἐγκαθιστᾷ ὡς ἀρχιερεῖς ἀνθρώπους, ποὺ ἔχουν ἠθικὴν ἀσθένειαν καὶ εἶναι θνητοί. Ὁ λόγος ὅμως καὶ ἡ ἔνορκος ὑπόσχεσις, ποὺ ἐδόθη ὕστερα ἀπὸ τὸν νόμον καὶ συνεπῶς ἀντικατέστησεν αὐτόν, ἐγκαθιστᾷ Ἀρχιερέα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ ὁποῖος ἀνεδείχθη κατὰ τὸν ἐπίγειον βίον του ἀναμάρτητος καὶ τέλειος καὶ μένει τέτοιος εἰς τὸν αἰῶνα.
Ερμηνεία Π. Τρεμπέλα