ελ
Καινή Διαθήκη
1 Ο δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
Καὶ ταῦτα μὲν ὡς πρὸς τὸν Φίλιππον. Ὁ δὲ Σαῦλος, σὰν νὰ ἔζη μέσα εἰς κάποιαν φονικὴν ἀτμόσφαιραν, ἐξηκολούθει νὰ ἀποπνέῃ ἀπὸ μέσα του καὶ νὰ ἐκδηλώνῃ αἰσθήματα ἀπειλῆς καὶ φόνου κατὰ τῶν μαθητῶν τοῦ Κυρίου. Καὶ δι’ αὐτὸ προσῆλθεν εἰς τὸν ἀρχιερέα
2 ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
καὶ ἐζήτησεν ἀπὸ αὐτὸν συστατικὰς καὶ ἐξουσιοδοτικὰς ἐπιστολὰς διὰ τὴν Δαμασκὸν πρὸς τὰς ἐκεῖ συναγωγάς, μὲ τὸν σκοπόν, ἐὰν εὕρῃ κάποιους, ποὺ νὰ ἀνήκουν εἰς τὸν δρόμον καὶ εἰς τὴν αἵρεσιν τοῦ Ἰησοῦ, εἴτε ἄνδρες ἦσαν οὗτοι εἴτε γυναῖκες, νὰ τοὺς φέρῃ δεμένους εἰς τὴν Ἱερουσαλήμ.
3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ,
Ἐνῷ δὲ ἐπήγαινε, συνέβη νὰ πλησιάζη οὗτος εἰς τὴν Δαμασκόν. Καὶ ἔξαφνα ἤστραψε γύρω του ἀπὸ τὸν οὐρανὸν φῶς λαμπρόν.
4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;
Καὶ ὅταν ἀπὸ τὴν ἐκθαμβωτικὴν λάμψιν ἔπεσε κατὰ γῆς, ἤκουσε φωνήν, ἡ ὁποία τοῦ ἔλεγε· Σαούλ, Σαούλ, διατὶ μὲ καταδιώκεις;
5 εἶπε δέ· τίς εἶ, κύριε; ὁ δὲ Κύριος εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
Εἶπε δὲ ὁ Σαῦλος· Ποῖος εἶσαι, Κύριε; Ὁ δὲ Κύριος εἶπεν· Ἐγὼ εἶμαι ὁ Ἰησοῦς, τὸν ὁποῖον σὺ καταδιώκεις. Δὲν ἠξεύρεις ὅτι, ὅταν καταδιώκῃς τοὺς μαθητὰς καὶ ἀκολούθους μου, εἶναι ὡς νὰ καταδιώκῃς ἐμὲ τὸν ἴδιον;
6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.
Ἀλλὰ σήκω καὶ ἔμβα εἰς τὴν πόλιν, καὶ θὰ σοῦ λεχθῇ ἐκεῖ, τί πρέπει νὰ κάμῃς. Καὶ ὁ μὲν Σαῦλος καὶ τοὺς λόγους τῆς φωνῆς ἤκουσε καὶ τὸ πρόσωπον τοῦ ἀναστάντος Κυρίου εἶδεν.
7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
Οἱ ἄνδρες ὅμως, ποὺ τὸν συνώδευαν, ἐστέκοντο μὲ ἀνοικτὸν τὸ στόμα καὶ ἄφωνοι, ἤκουαν μὲν τὴν βοὴν καὶ τὸν ἦχον τῆς φωνῆς, χωρὶς νὰ ξεχωρίζουν λέξεις, ἀλλὰ δὲν ἔβλεπαν κανένα.
8 ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Ἐσηκώθη δὲ ὁ Σαῦλος ἀπὸ τὸ ἔδαφος, ποὺ εἶχε πρὸ ὀλίγου πέσει, καίτοι δὲ ἦσαν ἀνοικτὰ τὰ μάτια του, δὲν ἔβλεπε κανένα. Τὸν ὡδήγουν ὡς ἐκ τούτου ἀπὸ τὸ χέρι καὶ τὸν ἔμβασαν εἰς τὴν Δαμασκόν.
9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Καὶ παρέμεινεν ἐπὶ τρεῖς ἡμέρας τυφλός, χωρὶς νὰ βλέπῃ διόλου, καὶ δὲν ἔφαγεν οὔτε ἤπιε κατὰ τὰς ἡμέρας αὐτὰς τίποτε.
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, Κύριε·
Ὑπῆρχε δὲ εἰς τὴν Δαμασκὸν κάποιος μαθητής, ποὺ ἐλέγετο Ἀνανίας. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος δι’ ὁράματος: Ἀνανία. Αὐτὸς δὲ εἶπεν· Ἰδού, εἶμαι ἐδῶ, Κύριε, ἕτοιμος νὰ ἐκτελέσω τὰς διαταγάς σου.
11 ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ρύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
Ὁ Κύριος δὲ εἶπε τότε πρὸς αὐτόν· Σήκω καὶ πήγαινε εἰς τὴν στενωπόν, ποὺ λέγεται Εὐθεῖα καὶ ζήτησε εἰς τὴν οἰκίαν τοῦ Ἰούδα κάποιον, ποὺ ὀνομάζεται Σαῦλος, καὶ κατάγεται ἀπὸ τὴν Ταρσόν. Αἱ διαθέσεις τοῦ ἀνθρώπου αὐτοῦ εἶναι εὐλαβεῖς, διότι ἰδοὺ κατὰ τὴν στιγμὴν αὐτὴν προσεύχεται.
12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Καὶ εἶδεν εἰς ὅραμα, ποὺ τοῦ παρουσίασα ἐγώ, ἄνθρωπον ὀνομαζόμενον Ἀνανίαν, ὁ ὁποῖος ἐμβῆκεν εἰς τὸ δωμάτιόν του καὶ ἔθεσεν ἐπ’ αὐτοῦ τὴν χεῖρα διὰ να τὸν θεραπεύσῃ ἀπὸ τὴν τύφλωσιν καὶ δυνηθῇ οὕτω να ξαναϊδῇ.
13 ἀπεκρίθη δὲ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ·
Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἔχω ἀκούσει ἀπὸ πολλοὺς διὰ τὸν ἄνθρωπον αὐτόν, πόσα κακὰ ἔκαμεν εἰς τὰ Ἱεροσόλυμα εἰς τοὺς ἁγιασμένους ἀπὸ τὴν χάριν σου καὶ ἀφιερωμένους εἰς σὲ πιστούς.
14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
Καὶ ἐδῶ ποὺ ἦλθεν, ἔχει ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς νὰ δέσῃ ὅλους, ὅσοι ἐπικαλοῦνται εὐλαβῶς καὶ μετὰ πίστεως τὸ ὄνομά σου.
15 εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πήγαινε χωρὶς κανένα φόβον ἢ δισταγμόν, διότι οὗτος εἶναι ὅργανόν μου ἐκλεκτόν. Τὸν ἐξέλεξα δὲ ἐγώ, διὰ νὰ βαστάσῃ καὶ διαδώσῃ τὸ περὶ τοῦ ὀνόματός μου καὶ τοῦ εὐαγγελίου μου κήρυγμα, μεταφέρων τοῦτο διὰ τῶν περιοδειῶν του ἐνώπιον ἐθνικῶν καὶ βασιλέων καὶ τῶν σημερινῶν ἀπογόνων τοῦ Ἰσραήλ.
16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
Πήγαινε σὺ πρὸς συνάντησίν του μὲ τὴν πεποίθησιν, ὅτι δὲν θὰ συναντήσῃς ἄρνησιν ἢ ἀπροθυμίαν εἰς αὐτόν. Διότι ἐγὼ ὁ ἴδιος θὰ μεταστρέψω τὸν Σαῦλον καὶ θὰ τοῦ δείξω, τί ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς πρέπει νὰ πάθῃ διὰ τὸ ὄνομά μου αὐτός, ποὺ ἕως χθὲς μὲ κατεδίωκεν.
17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.
Ἐπῆγε δὲ ὁ Ἀνανίας καὶ ἐμβῆκεν εἰς τὸ σπίτι, ὅπου ἔμενεν ὁ Σαῦλος καὶ ἀφοῦ ἔθεσεν ἐπ’ αὐτοῦ τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, μὲ ἔστειλεν ὁ Κύριος, ποὺ σοῦ ἐνεφανίσθη εἰς τὸν δρόμον, ἐπὶ τοῦ ὁποίου ἐβάδιζες διὰ νὰ ἔλθῃς ἐδῶ. Καὶ μὲ ἔστειλε διὰ νὰ ἀποκτήσῃς πάλιν τὸ φῶς σου καὶ διὰ νὰ γεμίσῃ τὸ ἐσωτερικόν σου μὲ Πνεῦμα Ἅγιον.
18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
Καὶ ἀμέσως ἔπεσαν ἀπὸ τὰ μάτια του σὰν λέπια καὶ ξαναεῖδε καὶ ἀφοῦ ἐσηκώθη ἐβαπτίσθη. Καὶ μετὰ τὸ βάπτισμα ἔλαβε τροφὴν καὶ ἐδυνάμωσεν ἀπὸ τὴν ἑξάντλησιν, ποὺ τοῦ εἶχε φέρει ὁ βαθὺς κλονισμός, τὸν ὁποῖον ἠσθάνθη ἀπὸ τὴν ἐμφάνισιν τοῦ Κυρίου, καὶ ἡ νηστεία τῶν τριῶν ἡμερῶν, κατὰ τὰς ὁποίας οὔτε ἔφαγεν οὔτε ἔπιε τίποτε.
19 Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,
Παρέμεινε δὲ ὁ Σαῦλος μαζὶ μὲ τοὺς μαθητὰς τοῦ Χριστοῦ, ποὺ ἦσαν εἰς τὴν Δαμασκόν, ἐπὶ ὀλίγας ἡμέρας.
20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
Καὶ ἀμέσως ἐκήρυττεν εἰς τὰς συναγωγὰς τὸν Ἰησοῦν, διδάσκων ὅτι οὗτος εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ.
21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ᾧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Ἔμεναν δὲ ἐκστατικοὶ ὅλοι, ὅσοι τὸν ἤκουαν καὶ ἔλεγαν· Δὲν εἶναι αὐτός, ὁ ὁποῖος εἰς τὴν Ἱερουσαλὴμ κατεδίωξε μὲ μανίαν καὶ μέχρις ἐξοντώσεως ἐκείνους, ποὺ ἐπικαλοῦνται εὐλαβῶς καὶ μετὰ πίστεως τὸ ὄνομα τοῦτο καὶ ὁ ὁποῖος εἶχεν ἔλθει ἐδῶ δι’ αὐτὸν ἀκριβῶς τὸν σκοπόν, διὰ νὰ ὁδηγήσῃ δηλαδὴ δεμένους εἰς τοὺς ἀρχιερεῖς αὐτούς, ποὺ πιστεύουν καὶ ἐπικαλοῦνται τὸ ὄνομα τοῦτο;
22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Ὁ Σαῦλος δὲ ἐν τῷ μεταξὺ ἐνισχύετο καὶ ἐστηρίζετο περισσότερον εἰς τὴν πίστιν καὶ μὲ τὰ ἐπιχειρήματά του ἔφερε σύγχυσιν εἰς τοὺς Ἰουδαίους, οἱ ὁποῖοι κατῴκουν ἐν Δαμασκῷ, καὶ ἀπεστόμωνεν αὐτοὺς ἀποδεικνύων διὰ τῆς συμφωνίας τῶν Προφητῶν, ὅτι αὐτὸς τὸν ὁποῖον ἐκήρυττεν, εἶναι ὁ Μεσσίας.
23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Ἀφοῦ δὲ συνεπληρώθησαν ἀρκεταὶ ἡμέραι, οἱ Ἰουδαῖοι συνεφώνησαν καὶ ἀπεφάσισαν ἀπὸ κοινοῦ νὰ τὸν φονεύσουν.
24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι·
Ἔγινε δὲ γνωστὴ εἰς τὸν Σαῦλον ἡ ἐπιβουλὴ αὐτῶν. Καὶ οἱ Ἰουδαῖοι παρεφύλατταν τὰς πύλας τῆς πόλεως νύκτα καὶ ἡμέραν διὰ νὰ τὸν φονεύσουν.
25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι.
Ἀλλ’ οἱ Χριστιανοὶ μαθηταὶ ἐπῆραν τὸν Παῦλον καὶ τὸν κατέβασαν ἐν καιρῷ νυκτὸς ἀπὸ κάποιο παράθυρον τοῦ τείχους, μὲ τὸ ὁποῖον ἦτο περιτειχισμένη ἡ Δαμασκός. Τὸν κατέβασαν δὲ διὰ σχοινίου μέσα εἰς κοφίνιον.
26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής.
Ὅταν δὲ ὁ Παῦλος ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, ἔκαμε συνεχεῖς ἀποπείρας διὰ νὰ προσκολληθῇ καὶ συνδεθῇ στενῶς πρὸς τοὺς μαθητάς. Ἀλλὰ τὸν ἐφοβοῦντο ὅλοι, διότι δὲν ἐπείθοντο, ὅτι εἶναι πράγματι πιστὸς καὶ εἰλικρινῆς μαθητὴς τοῦ Κυρίου.
27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
Ὁ Βαρνάβας ὅμως παρέλαβεν αὐτὸν καὶ τὸν ὠδήγησεν εἰς τοὺς ἀποστόλους. Καὶ διηγήθη τότε ὁ Σαῦλος εἰς αὐτούς, πῶς εἶδε τὸν Κύριον εἰς τὸν δρόμον καὶ ὅτι ὁ Κύριος ὡμίλησεν εἰς αὐτὸν καὶ πῶς ἐν τῇ Δαμασκῷ ἐκήρυξε μὲ ἀφοβίαν καὶ μὲ θάρρος τὴν πίστιν εἰς τὸ ὅνομα τοῦ Ἰησοῦ.
28 καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,
Καὶ ἐπηγαινοήρχετο ὁ Παῦλος εἰς τοὺς ἀποστόλους συνεχῶς εἰς τὰ Ἱεροσόλυμα, διατηρῶν στενὰς σχέσεις μὲ αὐτούς, καὶ ὡμίλει μὲ ἀφοβίαν καὶ μὲ πίστιν ἀκλόνητον εἰς τὸ ὅνομα τοῦ Κυρίου Ἰησοῦ.
29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν.
Ἐπὶ πλέον ὡμίλει καὶ συνεζήτει μὲ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν Ἰουδαίους ζητῶν νὰ πείσῃ αὐτούς, ὅτι ὁ Μεσσίας εἶναι ὁ Ἰησοῦς. Αὐτοὶ ὅμως ἐζήτουν εὐκαιρίαν καὶ προσεπάθουν νὰ τὸν φονεύσουν.
30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
Ὅταν δὲ ἐπληροφορήθησαν τοῦτο οἱ ἀδελφοί, τὸν κατέβασαν μὲ πᾶσαν ἀσφάλειαν ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Καισάρειαν καὶ ἀπ’ ἐκεῖ τὸν ἐξαπέστειλαν εἰς τὴν πατρίδα του τὴν Ταρσόν.
31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
Ἔτσι λοιπὸν αἱ μὲν Ἐκκλησίαι, ποὺ ἦσαν καθ’ ὅλην τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν, ἀπελάμβαναν εἰρήνην καὶ προώδευαν εἰς τὴν χριστιανικὴν γνῶσιν καὶ εὐσέβειαν, καὶ ἔζων οἱ Χριστιανοί των μὲ τὸν φόβον τοῦ Κυρίου, καὶ ἐπληθύνοντο διὰ τῆς ἐνισχύσεως καὶ παρηγορίας, ποὺ τοὺς μετέδιδε τὸ Ἅγιον Πνεῦμα.
32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
Ἐνῷ δὲ ὁ Πέτρος περιώδευεν εἰς ὅλα αὐτὰ τὰ μέρη, συνέβη νὰ κατεβῇ καὶ πρὸς τοὺς Χριστιανούς, ποὺ κατῴκουν εἰς τὴν Λύδδαν.
33 εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος.
Συνήντησε δὲ ἐκεῖ κάποιον ἄνθρωπον, ποὺ ἐλέγετο Αἰνέας καὶ κατέκειτο ἐπὶ κραββάτου πρὸ ὀκτὼ ἐτῶν, διότι ἦτο παράλυτος.
34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
Καὶ εἶπεν εἰς αὐτὸν ὁ Πέτρος· Αἰνέα, ὁ Ἰησοῦς, ποὺ εἶναι χρισμένος ἀπὸ τὸν Θεὸν Μεσσίας, σὲ ἰατρεύει ἀπὸ τὸ νόσημά σου. Σήκω καὶ στρῶσε μόνος σου τὸ κρεββάτι σου. Καὶ ἀμέσως ἐσηκώθη.
35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Καὶ τὸν εἶδαν ὅλοι, ὅσοι κατοικοῦσαν εἰς Λύδδαν καὶ εἰς τὴν πεδιάδα τοῦ Σάρωνος, οἰ ὁποῖοι ὁδηγηθέντες ἀπὸ τὸ θαῦμα αὐτὸ ἐπέστρεψαν εἰς τὸν Κύριον Ἰησοῦν πιστεύσαντες καὶ ἀναγνωρίσαντες αὐτὸν Θεὸν καὶ Σωτῆρα των.
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
Εἰς τὴν Ἰόππην δὲ ὑπῆρχε κάποια μαθήτρια τοῦ Κυρίου, ποὺ ἐλέγετο Ταβιθά. Τὸ ὄνομα δὲ αὐτὸ μεταφράζεται εἰς τὴν ἑλληνικὴν μὲ τὴν λέξιν Δορκάς. Αὐτὴ ἦτο γεμάτη ἀπὸ ἀγαθοεργίας καὶ ἐλεημοσύνας, ποὺ ἔκανε συνεχῶς.
37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.
Συνέβη δὲ κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ αὕτη καὶ νὰ ἀποθάνῃ. Ἀφοῦ δὲ τὴν ἔλουσαν καὶ τὴν ἐτοίμασαν, τὴν ἔβαλαν εἰς τὸ ἐπάνω διαμέρισμα τῆς οἰκίας.
38 ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.
Ἐφ’ ὅσον δὲ ἡ πόλις Λύδδα ἦτο πλησίον τῆς Ἰόππης, σὰν ἤκουσαν οἱ μαθηταί, ὅτι ὁ Πέτρος εἶναι εἰς τὴν πόλιν αὐτήν, τοῦ ἔστειλαν δύο ἄνδρας καὶ τὸν παρεκάλουν νὰ μὴ βαρυνθῇ νὰ ἔλθῃ μέχρις αὐτῶν.
39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῶον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς.
Πράγματι δὲ ὁ Πέτρος ἐσηκώθη καὶ ἐπῆγε μαζὶ μὲ τοὺς δύο αὐτοὺς ἀπεσταλμένους. Ὅταν δὲ ἔφθασεν εἰς τὴν Ἰόππην, τὸν ἀνέβασαν εἰς τὸ ἀνώγειον. Καὶ ἐκεῖ παρουσιάσθησαν εἰς αὐτὸν ὅλαι αἱ χῆραι κλαίουσαι διὰ τὸν θάνατον αὐτῆς, ποὺ τὰς ἐπροστάτευε. Καὶ ὡς δείγματα τῆς προστασίας αὐτῆς ἐδείκνυαν εἰς τὸν Πέτρον ὑποκάμισα καὶ ἐπανωφόρια, ὅσα ἔφτιανεν, ὅταν ἦτο μαζί των ζωντανὴ ἡ Δορκάς.
40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε.
Ἀφοῦ δὲ ὁ Πέτρος ἔβγαλεν ὅλους ἔξω ἀπὸ τὸ ἀνώγειον, ποὺ ἦτο ἡ νεκρά, ἐγονάτισε καὶ προσηυχήθη. Καὶ ἀφοῦ ἐστράφη πρὸς τὸ νεκρὸν σῶμα, εἶπε· Ταβιθά, σήκω ἐπάνω. Αὐτὴ δὲ ἤνοιξε τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον, ἀπὸ ἑξαπλωμένη ὅπου ἦτο, ἀνεσηκώθη καθιστὴ εἰς τὸ κρεββάτι της.
41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
Τῆς ἔδωκε δὲ τότε ὁ Πέτρος τὸ χέρι καὶ τὴν ἐσήκωσεν ὀρθίαν. Ἀφοῦ δὲ ἐφώναξε τοὺς Χριστιανοὺς καὶ ἰδιαιτέρως τὰς χήρας, τοὺς τὴν παρουσίασε ζωντανήν.
42 γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.
Ἔγινε δὲ γνωστὸν τὸ θαῦμα τοῦτο εἰς ὅλην τὴν πόλιν τῆς Ἰόππης καὶ πολλοὶ ἐπίστευσαν εἰς τὸν Κύριον.
43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Συνέβη δὲ νὰ μείνῃ ὁ Πέτρος εἰς τὴν Ἰόππην ἀρκετὰς ἡμέρας εἰς τὸ σπίτι κάποιου Σίμωνος, ποὺ ἦτο βυρσοδέψης.
Ερμηνεία Π. Τρεμπέλα