ελ
Καινή Διαθήκη
1 ΕΓΕΝΕΤΟ δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
Έγινε δὲ κατ’ ἐκείνην τὴν ἡμέραν μεγάλος διωγμὸς κατὰ τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων. Καὶ ὅλοι οἰ Χριστιανοὶ διεσκορπίσθησαν εἰς τὰ χωρία τῆς Ἰουδαίας καὶ τῆς Σαμαρείας, ἐκτὸς τῶν ἀποστόλων, οἱ ὁποῖοι ἔμειναν εἰς τὰ Ἱεροσόλυμα.
2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.
Παρὰ τὸν διωγμὸν ὅμως τοῦτον ἄνδρες εὐλαβεῖς, φοβούμενοι τὸν Θεόν, ἐνεταφίασαν τὸν Στέφανον, καὶ ἔκαμαν δι’ αὐτὸν μεγάλον θρῆνον.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Ἀντιθέτως ὁ Σαῦλος ἐδημιούργει φθορὰν καὶ καταστροφὰς εἰς τὴν Ἐκκλησίαν τῶν Ἱεροσολύμων εἰσερχόμενος ἀπὸ οἰκίας εἰς οἰκίαν, καὶ ἀφοῦ ἔσυρε διὰ τῆς βίας ἀπ’ ἐκεῖ ἄνδρας καὶ γυναῖκας ἀδυνάτους, παρέδιδεν αὐτοὺς εἰς τὰς ἰουδαϊκὰς ἀρχάς, διὰ νὰ τοὺς ἐγκλείσουν εἰς τὴν φυλακήν.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Ἐκεῖνοι λοιπόν, οἱ ὁποῖοι ἐγκαίρως ἔφυγαν ἀπὸ τὰ Ἱεροσόλυμα, παρέμειναν ἐλεύθεροι, καὶ ὅσοι μὲν διεσκορπίσθησαν εἰς τὰ διάφορα χωρία περιώδευσαν κηρύττοντες τὸν λόγον τοῦ Εὐαγγελίου.
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Ὁ δὲ διάκονος Φίλιππος, ἀφοῦ κατέβη ἀπὸ τὰ Ἱεροσόλυμα εἰς καποίαν πόλιν τῆς Σαμαρείας, ἐκήρυττεν εἰς τοὺς κατοίκους της, ὅτι ὁ Ἰησοῦς ἦτο ὁ ὑπὸ τοῦ Θεοῦ χρισμένος Μεσσίας.
6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
Τὰ πλήθη δὲ τοῦ λαοῦ ἐπρόσεχαν εἰς ἐκεῖνα ποὺ ἔλεγεν ὁ Φίλιππος. Καὶ τὰ ἐπρόσεχαν ὅλοι μαζὶ μὲ μιὰ καρδιά, διότι ἤκουαν τὸ κήρυγμα, ἀλλὰ καὶ ἔβλεπον συγχρόνως τὰ θαύματα, τὰ ὁποῖα ἔκαμεν ὁ Φίλιππος καὶ τὰ ὁποῖα ἦσαν σημάδια πείθοντα περὶ τοῦ ὅτι τὸ κήρυγμά του ἦτο ἐκ τοῦ Θεοῦ.
7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
Ἦσαν δὲ πραγματικῶς τέτοια σημάδια τὰ θαύματα τοῦ Φιλίππου, διότι ἀπὸ πολλούς, ποὺ εἶχαν πνεύματα ἀκάθαρτα, ἔβγαιναν ταῦτα, ἀφοῦ ἐφώναζαν μὲ δυνατὴν φωνὴν καὶ ἔκαναν ταραχὴν μεγάλην. Πολλοὶ δὲ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Καὶ ἀπὸ τὰς ὑπερφυσικὰς ἐκείνας θεραπείας προεκλήθη μεγάλη χαρὰ εἰς τὴν πόλιν ἐκείνην.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
Ὑπῆρχεν ὅμως ἀπὸ προτήτερα εἰς τὴν πόλιν ἐκείνην κάποιος ἄνθρωπος, ποὺ ἐλέγετο Σίμων, ὁ ὁποῖος εἰργάζετο τὰς μαγικάς τέχνας καὶ ἐξέπληττε μὲ τὰς μαγείας του τὸ ἔθνος τῆς Σαμαρείας, καὶ ἔλεγε διὰ τὸν ἑαυτόν του, ὅτι ἦτο κάποιος μεγάλος.
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
Καὶ ἐπρόσεχαν εἰς αὐτὸν καὶ τὸν ἤκουαν μετ’ ἐμπιστοσύνης ὅλοι ἀνεξαιρέτως ἀπὸ τὸν μικρὸν ἕως τὸν μεγάλον, καὶ ἔλεγον· εἰς αὐτὸν τὸν ἄνθρωπον ἔχει ἐνσαρκωθῆ ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
Ἐπρόσεχαν δὲ καὶ εἰς ὅσα ἔλεγε καὶ εἰς ὅσα ἐνήργει, διότι ἀπὸ μακρὸν χρόνον μὲ τὰς μαγείας τοὺς εἶχε καταπλήξει.
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
Ὅταν ὅμως ἐπίστευσαν εἰς τὸν Φίλιππον, ποὺ τοὺς ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ περὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο καὶ ἄνδρες καὶ γυναῖκες.
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.
Ἀλλὰ καὶ αὐτὸς ὁ Σίμων ἐπίστευσε. Καὶ ἀφοῦ ἐβαπτίσθη, παρέμενε συνεχῶς καὶ ἐπιμόνως πλησίον τοῦ Φιλίππου, καὶ ἐπειδὴ ἔβλεπεν ἐκ τοῦ πλησίον καὶ ἐπείθετο, ὅτι ἐγίνοντο σημεῖα καὶ θαύματα μεγάλα, διὰ τὰ ὁποῖα αὐτὸς μὲ ὅλας τὰς μαγείας του ἦτο ἀνίσχυρος, ἔμενεν ἐκστατικός.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·
Ἐν τῷ μεταξὺ δέ, ὅταν ἤκουσαν οἱ ἀπόστολοι, οἱ ὁποῖοι παρέμεναν ἀκόμη εἰς Ἱεροσόλυμα, ὅτι ἡ Σαμάρεια ἐδέχθη τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς τοὺς Σαμαρείτας τὸν Πέτρον καὶ τὸν Ἰωάννην, διὰ νὰ συμπληρώσουν τὸ κήρυγμα τοῦ Φιλίππου καὶ διὰ νὰ μεταδώσουν εἰς τοὺς βαπτισθέντας Πνεῦμα Ἅγιον.
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἃγιον·
Οὗτοι δέ, ἀφοῦ κατέβησαν εἰς Σαμάρειαν, προσηυχήθησαν ὑπὲρ αὐτῶν, διὰ νὰ λάβουν τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος.
16 οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
Καὶ ἔκαμαν τὴν προσευχὴν αὐτήν, διότι δὲν εἶχεν ἀκόμη μεταδοδῆ εἰς κανένα ἀπὸ αὐτοὺς τὸ Ἅγιον Πνεῦμα, μόνον δὲ ἦσαν βαπτισμένοι εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἃγιον.
Τότε ἔθετον οἱ δύο ἀπόστολοι τὰς χεῖρας ἐπ’ αὐτῶν καὶ ἐλάμβανον οὗτοι Πνεῦμα Ἅγιον, ὅπως ἐφαίνετο καὶ αἰσθητῶς μὲ τὰ ἔκτακτα χαρίσματα, τὰ ὁποῖα μετεδίδοντο εἰς αὐτούς.
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἃγιον, προσήνεγκεν αὐτοῖς χρήματα
Ὅταν δὲ εἶδεν ὁ Σίμων, ὅτι μὲ τὴν ἐπίθεσιν τῶν χειρῶν τῶν ἀποστόλων μετεδίδοντο καὶ εἰς τοὺς ἄλλους τὰ ὑπερφυσικὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, προσέφερεν εἰς αὐτοὺς χρήματα
19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἃγιον.
καὶ εἶπεν· Δώσατε καὶ εἰς ἐμὲ τὴν ἐξουσίαν καὶ δύναμιν αὐτήν, ὥστε εἰς ὁποιονδήποτε ἐπιθέσω τὰς χεῖρας νὰ λαμβάνῃ Πνεῦμα Ἅγιον.
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
Ὁ Πέτρος ὅμως εἶπε πρὸς αὐτόν· Νὰ χαθῆ τὸ χρῆμά σου μαζὶ μὲ σέ. Καὶ σοῦ δίδω τὴν ἀπάντησιν αὐτήν, διότι ἐνόμισες, ὅτι τὸ ἀνεκτίμητον αὐτὸ δῶρον τοῦ Θεοῦ ἀποκτᾶται μὲ χρήματα.
21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
Δὲν ὑπάρχει διὰ σὲ κανὲν μερίδιον, οὔτε μικρὸν ἀπὸ μοιρασιὰν προερχόμενον, οὔτε μεγαλύτερον διὰ λαχνοῦ παραχωρούμενον, εἰς τὰς δωρεὰς τοῦ Ἁγίου Πνεύματος, περὶ τῶν ὁποίων γίνεται λόγος τὴν στιγμὴν αὐτήν. Ποτὲ καὶ κατ’ οὐδένα λόγον σὺ δὲν θὰ λάβῃς οὐδὲ τὸ παραμικρὸν δικαίωμα εἰς τὴν μετάδοσιν τῶν θείων χαρισμάτων. Διότι ἡ καρδία σου δὲν εἶναι εὐθεῖα καὶ ἀνιδιοτελὴς ἐνώπιον τοῦ Θεοῦ.
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
Μετανόησον λοιπὸν καὶ χωρίσου ἐντελῶς ἀπὸ τὴν κακίαν σου αὐτὴν καὶ παρακάλεσε τὸν Θεὸν διὰ τὸ ἁμάρτημά σου αὐτό, τὸ ὁποῖον δεικνύει τόσον μεγάλην διαστροφὴν τῶν διαθέσεών σου, ὥστε ἀμφιβάλλω, ἐὰν θὰ μετανοήσῃς εἰλικρινῶς, διὰ νά σοῦ συγχωρηθῇ ἡ ἐπινόησις αὐτὴ τῆς καρδίας σου.
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
Ἔχω δὲ τὰς ἀμφιβολίας αὐτάς, διότι σὲ βλέπω νὰ εἶσαι γεμᾶτος πικρὰν χολὴν καὶ ἡ κακία ὡς ἄλλο δηλητήριον ἐπλημμύρισε τὴν καρδίαν σου καὶ σὲ κατέστησεν ἐπικίνδυνον καὶ εἰς τοὺς ἄλλους. Ἀκόμη δὲ βλέπω νὰ εἶσαι σφικτὰ δεμένος ὑπὸ τῆς ἀδικίας.
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.
Τρομοκρατηθεῖς δὲ ὁ Σίμων ἀπεκρίθη καὶ εἶπε· Παρακαλέσατε σεῖς ὑπὲρ ἐμοῦ τὸν Κύριον διὰ νὰ μὴ συμβῇ εἰς ἐμὲ κανὲν κακὸν ἀπὸ αὐτά, τὰ ὁποῖα εἴπατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
Αὐτὰ λοιπὸν συνέβησαν εἰς τὴν Σαμάρειαν. Καὶ οἰ μὲν δύο Ἀπόστολοι, ἀφοῦ ἐπεβεβαίωσαν καὶ διὰ τῆς μεταδόσεως τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος τὴν μαρτυρίαν των περὶ τοῦ Ἰησοῦ καὶ ἐλάλησαν τὸν λόγον τοῦ Κυρίου, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλήμ, καὶ κατὰ τὴν διαρκειαν τοῦ ταξιδίου των ἐκήρυξαν τὸ εὐαγγέλιον εἰς πολλὰ χωρία τῶν Σαμαρειτῶν, τὰ ὁποῖα συνήντων εἰς τὸν δρόμον των.
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
Ἄγγελος δὲ Κυρίου ἐλάλησεν εἰς τὸν Φίλιππον καὶ εἶπε· Σήκω καὶ πήγαινε πρὸς νότον, εἰς τὸν δρόμον, ποὺ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν. Ὁ δρόμος αὐτὸς εἶναι ἔρημος καὶ δὲν συχνάζεται ἀπὸ διαβάτας.
27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ.
Μ’ ὅλα ταῦτα ὁ Φίλιππος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸν δρόμον ἐκεῖνον τὸν ἔρημον, ὑπακούων εἰς τὴν διαταγὴν τοῦ Ἀγγέλου. Καὶ ἰδοὺ ἄνθρωπος Αἰθίοψ, εὐνοῦχος, ἀνώτερος ἀξιωματικὸς καὶ αὐλικὸς τῆς Κανδάκης, τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὁ ὁποῖος ἦτο διευθυντὴς καὶ διαχειριστὴς ἐφ’ ὅλου τοῦ θησαυροῦ καὶ τῶν οἰκονομικῶν αὐτῆς, καὶ ὁ ὁποῖος εἶχεν ἔλθει διὰ νὰ προσκυνήσῃ εἰς Ἱερουσαλήμ, διότι φαίνεται, ὅτι ἦτο προσήλυτος.
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.
Ἐπέστρεφε δὲ τὴν στιγμὴν ἐκείνην εἰς τὴν πατρίδα του καὶ ἐκάθητο ἐπὶ τῆς ἁμάξης του καὶ ἀνεγίνωσκε μεγαλοφώνως τὸν προφήτην Ἡσαΐαν.
29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
Εἶπε δὲ τὸ Ἅγιον Πνεῦμα εἰς τὸν Φίλιππον δι’ ἐσωτερικῆς νεύσεως ἐπὶ τῆς καρδίας αὐτοῦ· Πλησίασε καὶ προσκολλήσου εἰς τὴν ἅμαξαν αὐτήν.
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
Ἀφοῦ δὲ ὁ Φίλιππος ἔτρεξε πρὸς τὴν ἅμαξαν καὶ ἐπλησίασε πολὺ εἰς αὐτήν, τὸν ἤκουσε νὰ ἀναγινώσκῃ τὸν προφήτην Ἡσαΐαν καὶ εἶπεν· Ἄρά γε κατανοεῖς αὐτά, ποὺ διαβάζεις;
31 ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
Αὐτὸς δὲ εἶπε· Δὲν τὰ κατανοῶ. Διότι πῶς θὰ ἠδυνάμην νὰ τὰ καταλάβω, ἐὰν δὲν εὑρεθῇ κάποιος νὰ μὲ ὁδηγήσῃ; Καὶ ἐπειδὴ ἀντελήφθη, ὅτι ὁ Φίλιππος ἦτο διατεθειμένος νὰ πράξῃ τοῦτο, παρεκάλεσε αὐτὸν νὰ ἀναβῇ εἰς τὴν ἅμαξαν καὶ νὰ καθήσῃ μαζί του.
32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Τὸ περιεχόμενον δὲ τοῦ χωρίου τῆς Γραφῆς, ποὺ ἀνεγίνωσκεν ὁ εὐνοῦχος, ἦτο τοῦτο: Σὰν πρόβατον ὠδηγήθη εἰς τὴν σφαγὴν καὶ σὰν ἀρνίον, ποὺ παραμένει ἄφωνον ἐμπρὸς εἰς αὐτὸν ποὺ τὸ κουρεύει, ἔτσι δὲν ἀνοίγει τὸ στόμα του.
33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Ὅταν ἔλαβε δούλου μορφὴν καὶ ὑπέβαλεν ἑαυτὸν εἰς ταπείνωσιν, τοῦ ἠρνήθησαν δικαίαν κρίσιν καὶ κατεπάτησαν τὸ δίκαιόν του. Παρὰ ταῦτα ὅμως δὲν ἐξηφανίσθη, οὔτε ἔσβησε τὸ ὄνομά του. Ποῖος ἡμπορεῖ ἐπαξίως νὰ διηγηθῇ περὶ τοῦ πλήθους καὶ τῆς ἐνδόξου εὐγενείας τῶν πνευματικῶν του ἀπογόνων; Διότι ἐσηκώθη μὲν διὰ βιαίου θανάτου ἡ ζωή του ἀπὸ τὴν γῆν, ἀνυψώθη ὅμως μετὰ τὴν Ἀνάστασίν του καὶ ὑπερανέβη τοὺς οὐρανούς.
34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
Ἔλαβε δὲ τὸν λόγον ὁ εὐνοῦχος καὶ εἶπε πρὸς τὸν Φίλιππον· Σὲ παρακαλῶ, ἐξήγησέ μου περὶ ποίου προσώπου λέγει τοὺς λόγους αὐτοὺς ὁ προφήτης; Διὰ τὸν ἑαυτόν του ἢ δι' ἄλλον τινά;
35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
Ἀφοῦ δὲ ἤνοιξε τὸ στόμα του ὁ Φίλιππος καὶ ἤρχισεν ἀπὸ τὸ χωρίον τοῦτο τῆς Γραφῆς, ἐκήρυξεν εἰς αὐτὸν τὸ χαρμόσυνον μήνυμα περὶ τοῦ Ἰησοῦ ὡς Μεσσίου καὶ Λυτρωτοῦ καί, καθὼς φαίνεται ἀπὸ τὰ ἐπακολουθήσαντα, ὡμίλησεν εἰς αὐτὸν καὶ περὶ τοῦ βαπτίσματος ὡς ἀναγκαίου πρὸς σωτηρίαν.
36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπὶ τὸ ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
Καθὼς δὲ ἐπροχώρουν εἰς τὸν δρόμον, ἔφθασαν εἰς κάποιαν πηγὴν νεροῦ καὶ τότε εἶπεν ὁ εὐνοῦχος· Νά, ἐδῶ ὑπάρχει νερό. Τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ;
37 εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.
Εἶπε δὲ ὁ Φίλιππος· Ἐὰν πιστεύῃς μὲ ὅλην τὴν καρδίαν σου εἰς ὅσα σοῦ εἶπα περὶ τοῦ Ἰησοῦ, εἶναι δυνατὸν νὰ βαπτισθῇς. Ἀπεκρίθη δὲ ὁ εὐνοῦχος καὶ εἶπεν· Πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ.
38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
Καὶ ἔδωκεν ἀμέσως διαταγὴν νὰ σταθῇ ἡ ἅμαξα. Καὶ κατέβησαν τότε καὶ οἱ δύο εἰς τὴν πηγὴν τοῦ νεροῦ, καὶ ὁ Φίλιππος δηλαδὴ καὶ ὁ εὐνοῦχος. Καὶ ὁ Φίλιππος ἐβάπτισεν αὐτόν.
39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
Ὅταν δὲ ἀνέβησαν ἀπὸ τὴν πηγήν, τὸ Πνεῦμα τοῦ Κυρίου ἥρπασεν ὑπερφυσικῶς τὸν Φίλιππον καὶ δὲν τὸν εἶδε πλέον ὁ εὐνοῦχος, διότι ὁ μὲν Φίλιππος ἔσπευσε πρὸς ἀντίθετον κατεύθυνσιν, ὁ δὲ εὐνοῦχος συνέχισε τὸ ταξίδιόν του πρὸς τὴν Αἰθιοπίαν γεμᾶτος χαράν, τὴν ὁποίαν τοῦ ἐδημιούργει ἡ σωτηριώδης γνῶσις ποὺ ἔλαβε καὶ ἡ χάρις τοῦ Πνεύματος, ποὺ μὲ τὸ βάπτισμα τοῦ μετεδόθη.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
Ὁ Φίλιππος δὲ εὑρέθη, χωρὶς νὰ τὸ καταλάβῃ καὶ αὐτὸς πῶς, εἰς τὴν Ἄζωτον καὶ ἐξηκολούθησε τὴν περιοδείαν του καὶ ἐκήρυττε τὸ εὐαγγέλιον εἰς ὅλας τὰς πόλεις, τὰς ὁποίας συνῆντα, μέχρις ὅτου ἦλθεν εἰς τὴν Καισάρειαν.
Ερμηνεία Π. Τρεμπέλα