ελ
Καινή Διαθήκη
1 ΕΙΠΕ δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει;
Εἶπε δὲ ὁ ἀρχιερεύς· Ἔτσι λοιπὸν εἶναι αὐτά, ὅπως τὰ καταγγέλλουν οἱ μάρτυρες;
2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
Οὗτος δὲ εἶπεν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς ὁ ἔνδοξος, ὁ ὁποῖος συγχρόνως εἶναι καὶ ἡ πηγὴ τῆς πραγματικῆς καὶ αἰωνίας δόξῃς, ἐνεφανίσθη εἰς τὸν πατέρα μας Ἀβραάμ, ὅταν ἦτο ἀκόμη εἰς τὴν Μεσοποταμίαν, προτοῦ νὰ κατοικήσῃ οὗτος ἐν Χαρράν.
3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω.
Καὶ τοῦ εἶπεν· Ἔβγα ἀπὸ τὴν πατρίδα σου καὶ ἀπὸ τὴν συγγένειάν σου καὶ ἔλα εἰς χώραν, τὴν ὁποίαν θὰ σοῦ δείξω.
4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
Τότε ὁ Ἀβραὰμ συμμορφούμενος πρὸς τὴν ἐντολὴν ταύτην, ἀφοῦ ἀνεχώρησεν ἀπὸ τὴν χώραν τῶν Χαλδαίων, ἐκατοίκησεν εἰς Χαρράν. Καὶ ἀπ’ ἐκεῖ, ὅταν ἀπέθανεν ὁ πατέρας του, τὸν μετοίκησεν ὁ Θεὸς εἰς τὴν γῆν αὐτὴν τῆς Χαναάν, εἰς τὴν ὁποίαν κατοικεῖτε σεῖς τώρα.
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος τέκνου.
Καὶ ἐφ’ ὅσον ἔζη ὁ Ἀβραάμ, δὲν ἔδωκεν εἰς αὐτὸν κληρονομίαν εἰς τὴν γῆν αὐτὴν οὔτε ἑνὸς βήματος τόπον. Καὶ ὅμως ὑπεσχέθη ὁ Θεὸς νὰ δώσῃ τὴν χώραν αὐτὴν εἰς αὐτὸν καὶ εἰς τοὺς ἀπογόνους αὐτοῦ ὕστερα ἀπὸ αὐτόν, διὰ νὰ τὴν κατέχουν, ἂν καὶ τότε, ποὺ ἔδιδεν εἰς τὸν Ἀβραὰμ τὴν ὑπόσχεσιν αὐτήν, δὲν εἶχεν οὗτος τέκνον.
6 ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Ὡμίλησε δὲ ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ οὕτω πῶς· ὅτι δηλαδὴ θὰ παραμείνουν οἱ ἀπόγονοι αὐτοῦ ὡς ξένοι εἰς χώραν, ποὺ θὰ ἀνήκῃ εἰς ἄλλους· καὶ οἱ ἐντόπιοι τῆς χώρας ἐκείνης θὰ τοὺς ὑποδουλώσουν καὶ θὰ τοὺς κακομεταχειρισθοῦν ἐπὶ ἔτη τετρακόσια.
7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
Καὶ τὸ ἔθνος, εἰς τὸ ὁποῖον θὰ δουλεύσουν ὡς σκλάβοι οἱ ἀπόγονοι τοῦ Ἀβραάμ, θὰ τὸ δικάσω καὶ θὰ τὸ τιμωρήσω ἐγώ, εἶπεν ὁ Θεός. Καὶ μετὰ ταῦτα θὰ ἐξέλθουν ἀπὸ τὴν χώραν τῆς δουλείας καὶ θὰ μὲ λατρεύσουν εἰς τὸν τόπον αὐτὸν τῆς γῆς Χαναάν.
8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ ἔδωκεν ὁ Θεὸς εἰς τὸν Ἀβραὰμ διαθήκην, ἡ ὁποία ἐβεβαιώθη καὶ ἐπεσφραγίσθη διὰ περιτομῆς, εἰς τὴν ὁποίαν ὑπεβλήθη οὗτος πρὸς ἐπικύρωσιν τῆς διαθήκης. Καὶ ἔτσι ἀφοῦ μὲ τὴν διαθήκην καὶ τὴν πίστιν, ποὺ ἔδειξεν εἰς αὐτὴν ὁ Ἀβραὰμ καὶ μὲ τὴν περιτομήν, ποὺ ἔλαβε, παρεσκευάσθησαν τὰ πράγματα, ἐγέννησεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, καὶ τὸν περιέτεμε τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του· καὶ ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ ἐγέννησε τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
Καὶ οἱ πατριάρχαι, ἐπειδὴ ἐφθόνησαν τὸν Ἰωσήφ, τὸν ἐπώλησαν ὡς δοῦλον καὶ μετεφέρθη ἀπὸ αὐτούς, ποὺ τὸν ἡγόρασαν, εἰς τὴν Αἴγυπτον.
10 καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
Καὶ ἦτο ὁ Θεὸς μαζί του προστάτης αὐτοῦ. Καὶ ἠλευθέρωσεν αὐτὸν ὁ Θεὸς ἀπὸ ὅλας τὰς θλίψεις του· καὶ τοῦ ἐξησφάλισε τὴν εὔνοιαν τοῦ βασιλέως τῆς Αἰγύπτου διὰ τὴν σύνεσιν καὶ σοφίαν, ποὺ ἔδειξεν, ὅταν ἐξήγει τὰ ὄνειρά του καὶ ἐγκατέστησεν αὐτὸν ὁ Φαραὼ ἡγεμόνα καὶ ἐπίτροπόν του ἐπὶ τῆς Αἰγύπτου καὶ ἐφ’ ὁλοκλήρου τοῦ ἀνακτόρου του.
11 ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
Ἦλθε δὲ πείνα εἰς ὅλην τὴν Αἴγυπτον καὶ τὴν Χαναὰν καὶ στενοχωρία μεγάλη καὶ δὲν εὕρισκον οἱ πρόγονοί μας τροφὰς διὰ τὸν ἑαυτόν τους καὶ διὰ τὰ ποίμνιά των.
12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
Ὅταν δὲ ἤκουσεν ὁ Ἰακώβ, ὅτι ὑπῆρχον σιτάρια εἰς τὴν Αἴγυπτον, ἔστειλε ἐκεῖ κάτω τοὺς προπάτοράς μας κατὰ πρώτην φοράν.
13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
Καὶ κατὰ τὸ δεύτερον εἰς Αἴγυπτον ταξίδιόν των ἀνεγνωρίσθη ὁ Ἰωσὴφ ἀπὸ τοὺς ἀδελφούς του καὶ ἔγινε τότε πολὺ γνωστὴ εἰς τὸν Φαραὼ ἡ οἰκογενεια τοῦ Ἰωσήφ.
14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
Ἀπέστειλε δὲ ὁ Ἰωσὴφ καὶ ἐκάλεσε πλησίον του τὸν πατέρα του Ἰακὼβ καὶ ὅλην τὴν οἰκογένειάν του, ἡ ὁποία ἀπετελεῖτο ἀπὸ ἑβδομήκοντα πέντε πρόσωπα.
15 κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
Κατέβη δὲ ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ αὐτὸς καὶ οἱ δώδεκα πατριάρχαι οἱ προπάτορές μας.
16 καὶ μετετέθησαν εἰς Συμὲχ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμόρ τοῦ Συχέμ.
Καὶ μετεφέρθησαν τὰ ὀστᾶ των εἰς Συχὲμ καὶ ἐτέθησαν εἰς τὸ μνῆμα, τὸ ὁποῖον ἠγόρασεν ὁ Ἀβραὰμ μὲ ἀντίτιμον πληρωθὲν εἰς ἀργυρᾶ νομίσματα ἀπὸ τοὺς υἱοὺς τοῦ Ἐμμόρ, ὁ ὁποῖος ἔμενεν εἰς Συχέμ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
Ὅταν δὲ ἐπλησίαζεν ὁ χρόνος, κατὰ τὸν ὁποῖον ἔμελλε νὰ πραγματοποιηθῇ ἡ ἐπαγγελία καὶ ἡ ὑπόσχεσις, τὴν ὁποίαν μὲ ὅρκον ἔδωκεν ὁ Θεὸς εἰς τὸν Ἀβραάμ, βεβαιώσας αὐτὸν ὅτι θὰ ἐκληρονόμει τὴν γῆν Χαναάν, αὔξησεν εἰς δύναμιν ὁ λαὸς καὶ ἐπλήθυνεν εἰς ἀριθμὸν ἐν τῇ Αἰγύπτῳ,
18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
ἕως ὅτου ἀνεφάνη ἄλλος βασιλεύς, ὁ ὁποῖος δὲν ἐγνώριζε τὰς ὑπηρεσίας, ποὺ προσέφερεν εἰς τὸ Αἰγυπτιακὸν ἔθνος ὁ Ἰωσήφ.
19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι·
Ὁ βασιλεὺς ἐκεῖνος μὲ δολιότητα καὶ πανουργίαν ἐζήτησε νὰ βλάψῃ τὸ γένος μας καὶ κατεπίεσε τοὺς πατέρας μας καὶ τοὺς ἐξηνάγκασε νὰ πετοῦν ἔκθετα τὰ βρέφη των, ὥστε νὰ μὴ διατηροῦνται ταῦτα ἐν τῇ ζωῇ.
20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
Κατὰ τὸν καιρὸν δὲ τοῦτον τῆς καταπιέσεως ἐγεννήθη ὁ Μωϋσῆς καὶ ἦτο ὡραῖος καὶ χαριτωμένος καὶ ἐνώπιον αὐτοῦ τοῦ Θεοῦ. Ἐτράφη δὲ κρυφὰ ἐπὶ μήνας τρεῖς μέσα εἰς τὸ σπίτι τοῦ πατρός του.
21 ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸ ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
Ὅταν δὲ τὸν ἔρριψαν ἔκθετον εἰς τὰ νερὰ τοῦ Νείλου ποταμοῦ, τὸν ἐπῆρεν ἀπ’ ἐκεῖ ἡ θυγατέρα τοῦ Φαραὼ καὶ τὸν ἀνέθρεψε, διὰ νὰ τὸν ἔχῃ ἰδικόν της καὶ διὰ νὰ εἶναι θετὸς υἱός της.
22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
Καὶ ἐξεπαιδεύθη ὁ Μωϋσῆς μὲ ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων. Ἦτο δὲ δυνατὸς τόσον εἰς λόγους συνετούς, ὅσον καὶ εἰς δρᾶσιν κοινωφελῆ διὰ τὴν Αἴγυπτον.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
Ὅταν δὲ συνεπλήρωσεν οὗτος ἡλικίαν τεσσαράκοντα ἐτῶν, ἐγεννήθη εἰς τὴν καρδίαν του ἡ ἐπιθυμία νὰ ἐπισκεφθῇ τοὺς ἀδελφούς του, τοὺς ἀπογόνους τοῦ Ἰσραήλ, διὰ νὰ ἀντιληφθῇ ἐκ τοῦ πλησίον τὴν κατάστασίν των.
24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
Καὶ ὅταν εἶδε κάποιον Ἰσραηλίτην νὰ ἀδικῆται, τὸν ὑπερησπίσθη καὶ ἐξεδικήθη τὸν ὁμοεθνῆ του, ποὺ κατεπιέζετο σκληρῶς, φονεύσας τὸν Αἰγύπτιον.
25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
Ἐνόμιζε δὲ ὁ Μωϋσῆς, ὅτι οἱ ἀδελφοί του καὶ οἱ ὁμοεθνεῖς του θὰ ἔνοιωθαν ὅτι ὁ Θεὸς διὰ μέσου τῆς χειρὸς αὐτοῦ δίδει εἰς αὐτοὺς σωτηρίαν καὶ ἀπελευθέρωσιν ἀπὸ τοὺς Αἰγυπτίους. Ἀλλ’ αὐτοὶ δὲν τὸ ἐκατάλαβαν.
26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;
Καὶ τὴν ἄλλην ἡμέραν παρουσιάσθη ὁ Μωϋσῆς ἔξαφνα εἰς τοὺς ὁμοεθνεῖς του τὴν ὥραν, ποὺ δύο ἐξ αὐτῶν ἐφιλονείκουν μεταξύ των καὶ ἐκτυπῶντο καὶ προέτρεψεν αὐτοὺς νὰ εἰρηνεύσουν καὶ εἶπε· Ἄνθρωποι, σεῖς εἶσθε μεταξύ σας ἀδελφοί. Διατὶ ἀδικεῖτε ὁ ἕνας τὸν ἄλλον;
27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν;
Ἀλλ’ ἐκεῖνος, ποὺ ἠδίκει τὸν πλησίον του, τὸν ἔσπρωξε καὶ εἶπε· Ποῖος σὲ διώρισεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν;
28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
Μήπως θέλεις νὰ μὲ φονεύσῃς, ὅπως ἐφόνευσες χθὲς τὸν Αἰγύπτιον;
29 ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Ἔφυγε δὲ ὁ Μωϋσῆς ἀπὸ τὴν Αἴγυπτον ἐξ αἰτίας αὐτοῦ τοῦ λόγου, ἀπὸ τὸν ὁποῖον ἀπεδεικνύετο, ὅτι δὲν εἶχε μείνει κρυφὸς ὁ φόνος τοῦ Αἰγυπτίου, διὰ νὰ μὴ τιμωρηθῇ ἀπὸ τὸν Φαραώ, καὶ ἐκατοίκησεν ὡς ξένος εἰς τὴν Μαδιάμ, ὅπου ἐγέννησε δύο υἱούς.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
Καὶ ὅταν συνεπληρώθησαν ἄλλα τεσσαράκοντα ἔτη ἀπὸ τὴν ἐποχὴν ποὺ ἐξενιτεύθη, τοῦ ἐνεφανίσθη εἰς τὴν ἔρημον τοῦ ὅρους Σινᾶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἄγγελος τῆς μεγάλης βουλῆς τοῦ Κυρίου, μέσα εἰς φλόγα φωτιᾶς, ποὺ ἔβγαινεν ἀπὸ τὸ μέσον μιᾶς βάτου.
31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
Ὁ δὲ Μωϋσῆς, ὅταν εἶδε τὸ πρωτοφανὲς αὐτὸ φαινόμενον, ἐθαύμασε τὸ θέαμα αὐτὸ τῆς βάτου, ἡ ὁποία δὲν ἐκαίετο, μολονότι ἔβγαινε φωτιὰ ἐξ αὐτῆς. Ὅταν ὅμως ἐπροχώρει διὰ νὰ ἴδῃ ἐκ τοῦ πλησίον καὶ ἀντιληφθῇ αὐτὸ καλύτερον, ἦλθε φωνὴ Κυρίου πρὸς αὐτόν, ποὺ τοῦ ἔλεγεν·
32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Ἐγὼ εἶμαι ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ. Ὁ Μωϋσῆς δὲ τότε κατελήφθη ἀπὸ τρόμον καὶ δὲν ἐτόλμα νὰ παρατηρήσῃ καὶ ἐξετάσῃ τὸ ὅραμα.
33 εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Λύσε τὰ λωρία τῶν ὑποδημάτων σου καὶ βγάλε τὰ ὑποδήματα ἀπὸ τὰ πόδια σου, διότι ὁ τόπος, ἐπὶ τοῦ ὁποίου στέκεσαι, εἶναι γῆ ἁγία.
34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.
Εἶδα καὶ ἡξεύρω καλὰ τὴν καταπίεσιν καὶ τὴν κακοπάθειαν, τὴν ὁποίαν ὑποφέρει ὁ λαός μου, ποὺ εὑρίσκεται εἰς τὴν Αἴγυπτον καὶ ἤκουσα τὸν στεναγμόν του καὶ κατέβην διὰ νὰ τοὺς ἐλευθερώσω. Καὶ τώρα ἔλα νὰ σὲ στείλω εἰς τὴν Αἴγυπτον.
35 Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Τοῦτον τὸν Μωϋσήν, ποὺ ἠρνήθησαν νὰ τὸν ἀναγνωρίσουν προστάτην των καὶ ἀρχηγόν των οἱ πρόγονοί μας, καὶ εἶπαν πρὸς αὐτόν· ποῖος σὲ διώρισεν ἄρχοντα καὶ δικαστήν; Αὐτὸν τὸν ἴδιον ὁ Θεὸς ἀπέστειλεν ἄρχοντα καὶ ἐλευθερωτὴν τοῦ λαοῦ ἀπὸ τὴν δουλείαν τῆς Αἰγύπτου. Καὶ τοῦ ἀνέθεσε νὰ φέρῃ εἰς πέρας τὴν ἀποστολὴν αὐτὴν διὰ τῆς βοηθείας καὶ τῆς ἐνισχύσεως, ποὺ τοῦ παρεῖχεν ὁ ἄγγελος τῆς μεγάλης βουλῆς τοῦ Κυρίου, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὁποῖος ἐνεφανίσθη εἰς αὐτὸν ἐν τῇ βάτῳ.
36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
Αὐτὸς ὁ Μωϋσῆς τοὺς ἔβγαλεν ἀπὸ τὴν χώραν τῆς δουλείας, ἀφοῦ ἐνήργησε θαύματα καταπληκτικὰ καὶ ἀποδεικτικὰ τῆς θείας δυνάμεως ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου καὶ ἐν τῇ Ἐρυθρᾶς θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἐπὶ τεσσαράκοντα ἔτη.
37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.
Αὐτὸς εἶναι ὁ Μωϋσῆς, ποὺ εἶπεν εἰς τοὺς Ἰσραηλίτας· Προφήτην θὰ σᾶς ἀναστήσῃ ὁ Κύριος ὁ Θεός σας ἀπὸ τοὺς ἀδελφούς σας, ποὺ θὰ εἶναι νομοθέτης καὶ μεσίτης καὶ ἐλευθερωτής, ὅπως ἐγώ. Ἔχετε χρέος καὶ καθῆκον νὰ τὸν ὑπακούσετε.
38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν.
Ὁ Μωϋσῆς αὐτὸς ὑπῆρξεν ὁ ἄνθρωπος, ὁ ὁποῖος εἰς τὴν σύναξιν τῶν Ἰσραηλιτῶν, ποὺ ἔγινεν εἰς τὴν ἔρημον πρὸς παραλαβὴν τοῦ νόμου, ἐμεσίτευσε μεταξὺ τοῦ ἀγγέλου, ὁ ὁποῖος εἰς τὸ ὅρος Σινὰ ὡμίλει πρὸς αὐτόν, καὶ τῶν πατέρων μας, οἱ ὁποῖοι δὲν ἀντεῖχον νὰ ἐπικοινωνοῦν κατ’ εὐθεῖαν μὲ τὸν ἄγγελον. Καὶ αὐτὸς ὁ Μωϋσῆς παρέλαβε θεία λόγια, ποὺ μεταδίδουν εἰς τὰς ψυχὰς ζωὴν πνευματικὴν καὶ αἰωνίαν, διὰ νὰ παραδώσῃ ταῦτα εἰς ἡμᾶς.
39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾿ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον
Εἰς αὐτὸν τὸν Μωϋσὴν δὲν ἠθέλησαν οἱ πρόγονοί μας νὰ ὑπακούσουν, ἀλλὰ τὸν ἀπώθησαν καὶ ὅσον ἐξηρτᾶτο ἀπὸ τὴν πρόθεσιν καὶ ἐπιθυμίαν τῶν καρδιῶν τους, ἐπέστρεψαν εἰς τὴν Αἴγυπτον.
40 εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
Καὶ ἡ πρόθεσίς των αὐτὴ ἐδείχθη, ὅταν εἶπαν εἰς τὸν Ἀαρῶν· Φτιάσε μας θεούς, οἱ ὁποῖοι θὰ ἔμβουν ἐμπρός μας καὶ θὰ προπορεύωνται ὡς προστᾶται μας. Καὶ ἂς εἶναι εἰς τὸ ἑξῆς αὐτοὶ ἐπὶ κεφαλῆς μας, διότι αὐτὸς ὁ Μωϋσῆς, ποὺ μᾶς ἔβγαλεν ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου, ἐχάθη καὶ δὲν ἠξεύρομεν τί τοῦ συνέβη.
41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Καὶ κατεσκεύασαν χρυσὸν εἴδωλον μόσχου κατὰ τὰς ἡμέρας ἐκείνας καὶ προσέφεραν ἐπὶ θυσιαστηρίου θυσίαν εἰς τὸ εἴδωλον τοῦτο καὶ ἐπανηγύριζον μὲ χαρὰν καὶ εὐφροσύνην διὰ τὰ ἔργα, ποὺ ἔφτιασαν μὲ τὰ χέρια των.
42 ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
Κατόπιν δὲ τούτου ἀπεμακρύνθη καὶ ὁ Θεὸς ἀπὸ αὐτοὺς καὶ τοὺς ἐγκατέλιπεν εἰς τὸν σκοτισμὸν τῆς διανοίας των, διὰ νὰ λατρεύουν τὰ πολυάριθμα ἄστρα τοῦ οὐρανοῦ, καθὼς ἔχει γραφῇ καὶ ἐξιστορεῖται εἰς τὸ βιβλίον τῶν προφητῶν· Ὦ σεῖς, ποὺ ἀποτελεῖτε τὴν οἰκογένειαν καὶ τοὺς ἀπογόνους τοῦ Ἰσραήλ, σᾶς ἐρωτῶ: Μήπως μοῦ προσφέρατε ἐπὶ ἔτη τεσσαράκοντα εἰς τὴν ἔρημον θύματα σφαζόμενα καὶ θυσίας; Ὄχι· δὲν μοῦ προσεφέρατε.
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὕς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
Καὶ ἐσηκώσατε εἰς τοὺς ὤμους σας διὰ νὰ τὴν μεταφέρετε ἐδῶ καὶ ἐκεῖ ὡς κειμήλιον ἱερὸν τὴν βέβηλον σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ σας Ρεμφάν, τὰ ὁμοιώματα καὶ τὰ εἴδωλα ποὺ ἐκάματε, διὰ νὰ τὰ προσκυνῆτε. Καὶ πρὸς τιμωρίαν τῆς εἰδωλολατρείας καὶ ἀσεβείας σας αὐτῆς θὰ σᾶς μετοικήσω εἰς τόπον πολὺ μακρυνόν, πέραν ἀπὸ τὴν Βαβυλῶνα.
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
Ἡ ἱερὰ ὅμως σκηνή, μέσα εἰς τὴν ὁποῖαν ἔδιδεν ὁ Θεὸς μαρτυρίαν περὶ τοῦ θελήματός του καὶ τῆς παρουσίας του, ὑπῆρχεν εἰς τὴν ἔρημον διὰ τοὺς προγόνους μας, καθὼς διέταξεν ἐκεῖνος, ποὺ ἐλάλει εἰς τὸν Μωϋσῆν, νὰ κατασκευάσῃ αὐτὴν σύμφωνα μὲ τὸ προτύπον καὶ τὸ μοντέλο, ποὺ εἶχεν ἴδει εἰς τὸ ὅρος.
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυΐδ·
Τὴν σκηνὴν αὐτήν, ἀφοῦ μετὰ τὸν θάνατον τοῦ Μωϋσέως τὴν παρέλαβον οἱ διάδοχοί του, οἱ πρόγονοί μας μαζὶ μὲ τὸν νέον ἀρχηγόν τους Ἰησοῦν τοῦ Ναυῆ, ποὺ διεδέχθη τὸν Μωϋσην, τὴν ἔμπασαν εἱς τὴν κυριευθεῖσαν χώραν τῶν ἐθνικῶν, εἰς τοὺς ὁποίους ἔκαμεν ἔξωσιν καὶ τοὺς ἔβγαλεν ἀπὸ ἐκεῖ ὁ Θεὸς ἐνώπιον τῶν προγόνων μας, οἱ ὁποῖοι ἐπρόκειτο νὰ ἐγκατασταθοῦν ἀντ’ αὐτῶν εἰς τὴν χώραν αὐτήν. Καὶ ἔμεινεν ἐκεῖ ἡ σκηνὴ μέχρι τῆς ἐποχῆς τοῦ Δαβίδ,
46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.
ὁ ὁποῖος εὗρε χάριν καὶ εὔνοιαν ἐνώπιον τοῦ Θεοῦ καὶ ἐζήτησε νὰ κατασκευάσῃ κατοικίαν διὰ τὸν Θεὸν τοῦ Ἰακώβ.
47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
Πλὴν ὅμως ὄχι ὁ Δαβίδ, ἀλλ’ ὁ Σολομὼν ἔκτισεν οἶκον εἰς τὸν Θεόν.
48 ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
Ὁ Ὕψιστος Θεὸς ἐν τούτοις δὲν κατοικεῖ εἰς ναούς, ποὺ κατασκευάζονται ἀπὸ χέρια καὶ τέχνην ἀνθρώπων, καθὼς λέγει ὁ προφήτης Ἡσαΐας·
49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Θρόνος δι’ ἐμὲ εἶναι ὁ οὐρανός, ὁλόκληρος δὲ ἡ γῆ εἶναι τὸ στήριγμα, ποὺ ἀκουμβοῦν οἱ πόδες μου. Ποῖον οἶκον ἠμπορεῖτε νὰ κτίσετε εἰς ἐμέ, ποὺ δὲν μὲ χωρεῖ ὁλόκληρος ὁ κόσμος, λέγει ὁ Κύριος; Ἢ ποῖος θὰ εἶναι ὁ τόπος τῆς διαρκοῦς καὶ μονίμου ἀναπαύσεώς μου, εἰς τὸν ὁποῖον θὰ κατοικῶ, χωρὶς νὰ μετακινοῦμαι;
50 οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
Ὅλα αὐτά, ποὺ ἠμπορεῖτε σεῖς οἱ ἄνθρωποι νὰ μοῦ προσφέρετε, δὲν εἶναι ἰδικά μου καὶ δὲν τὰ ἔκαμε τὸ παντοδύναμο χέρι μου;
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Καὶ ἐπειδὴ ἐν τῷ μεταξὺ τὰ μέλη τοῦ ἰουδαϊκοῦ συνεδρίου ἐξεδήλωναν μὲ τὴν ἔκφρασιν καὶ τοὺς μορφασμοὺς τοῦ προσώπου των λυσσώδη ἀγανάκτησιν καὶ σκληρότητα, ὁ Στέφανος ἐλέγχει αὐτοὺς λέγων· Ὦ σεῖς, ποὺ ἔχετε σκληρὸν καὶ ἄκαμπτον τὸν τράχηλόν σας καὶ δὲν ὑποτάσσεσθε εἰς τὸν Θεόν· σεῖς, ποὺ δὲν ἔχετε περικόψει τὴν σκληρότητα καὶ ἀναισθησίαν τῆς καρδίας σας καὶ δὲν ἠθελήσατε νὰ ἀπαλλαγῆτε ἀπὸ τὴν πνευματικὴν κουφαμάραν, ὥστε νὰ ἀκούετε μὲ καλὴν καὶ εὐπειθῆ διάθεσιν τὴν ἀλήθειαν· πάντοτε ἀντιτάσσεσθε εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Ὅπως ἠπείθουν καὶ ἀντετάσσοντο οἱ πατέρες σας, ἔτσι σήμερον ἀντιτάσσεσθε καὶ σεῖς.
52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
Ποῖον ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πρόγονοί σας; Καὶ ἐφόνευσαν ἐκείνους, ποὺ προανήγγειλαν τὸν ἐρχομὸν τοῦ Μεσσίου, ὁ ὁποῖος ὑπῆρξεν ὁ ἀπολύτως ἀναμάρτητος καὶ κατ’ ἐξοχὴν δίκαιος καὶ τοῦ ὁποίου τώρα σεῖς ἔχετε γίνει προδόται καὶ φονεῖς.
53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Σεῖς, ποὺ ἐλάβατε τὸν νόμον, τὸν ὁποῖον διέταξεν ὁ Θεὸς διὰ μέσου ἀγγέλων, καὶ δὲν τὸν ἐφυλάξατε, ἀλλὰ τὸν παρέβητε.
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.
Ἐνῷ δὲ ἤκουαν αὐτά, ἐσχίζοντο αἱ καρδίαι των ἀπὸ ἀγανάκτησιν καὶ ἔτριζαν τὰ δόντια των ἐναντίον τοῦ Στεφάνου.
55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
Αἱ ἀπειλαὶ ὅμως αὐταὶ δὲν διήγειραν ἐχθρικὰ συναισθήματα καὶ εἰς τὴν καρδίαν τοῦ πρωτομάρτυρος. Ἀλλ’ αὐτὸς ἦτο πάντοτε εἰρηνικὸς καὶ γεμᾶτος μὲ Πνεῦμα Ἅγιον. Ἐνῷ λοιπὸν εὑρίσκετο εἰς τέτοιαν διάθεσιν, ἔστρεψεν ἀκίνητον καὶ προσηλωμένον τὸ βλέμμα του εἰς τὸν οὐρανὸν καὶ εἶδε τὴν ἔνδοξον λαμπρότητα τοῦ Θεοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται ἐκ δεξιῶν τοῦ Θεοῦ, ἕτοιμος νὰ τὸν βοηθήσῃ.
56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
Καὶ εἶπεν· Ἰδοὺ βλέπω καθαρὰ τοὺς οὐρανοὺς νὰ εἶναι ἀνοιγμένοι, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν βλέπω νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ.
57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν,
Οἱ Ἰουδαῖοι ὅμως, ἀφοῦ ἔκραξαν μὲ φωνὴν μεγάλην, ἐβούλωσαν τὰ αὐτιά τους διὰ νὰ μὴ ἀκούουν τοὺς λόγους τοῦ Στεφάνου, ποὺ τοὺς ἐνόμιζον ὡς βλασφήμους, καὶ μὲ μίαν γνώμην ὅλοι ἔπεσαν μὲ ὁρμὴν ἐναντίον του.
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
Καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν ἐλιθοβόλουν. Καὶ οἰ μάρτυρες, ποὺ σύμφωνα μὲ τὸν νόμον ἔπρεπε πρῶτοι νὰ ρίψουν λίθους κατ’ αὐτοῦ, ἀφῆκαν πρὸς φύλαξιν τὰ ροῦχα των κοντὰ εἰς τὰ πόδια κάποιου νέου, ποὺ ἐλέγετο Σαῦλος.
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
Καὶ ἐκεῖνοι ἐλιθοβόλουν τὸν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο τὸν Κύριον καὶ ἔλεγε· Κύριε Ἰησοῦ, δέχθητι τὸ πνεῦμα μου.
60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἀφοῦ δὲ ἐγονάτισεν, ἔκραξε μὲ μεγάλην φωνήν, ποὺ ἠκούσθη καὶ ἀπὸ τοὺς φονεῖς του καὶ εἶπε· Κύριε, μὴ λογαριάσῃς εἰς αὐτοὺς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἀφοῦ εἶπε τοῦτο, ἀπέθανε τὸν εἰρηνικὸν ὕπνον τοῦ θανάτου. Ὁ Σαῦλος δὲ ἐπεκρότει καὶ ἐπεδοκίμαζε μαζὶ μὲ τοὺς φονεῖς τὴν θανατικὴν ἐκτέλεσιν τοῦ Στεφάνου.
Ερμηνεία Π. Τρεμπέλα