ελ
Καινή Διαθήκη
1 ΚΑΙ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
Καὶ ὅταν διεσώθησαν, τότε ἔμαθαν, ὅτι ἡ νῆσος καλεῖται Μελίτη ἢ κοινότερον Μάλτα.
2 οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
Οἱ ξενόγλωσσοι δὲ κάτοικοι μᾶς ἔδειχναν ὄχι τυχαίαν συμπάθειαν καὶ φιλανθρωπίαν. Διότι, ἀφοῦ ἤναψαν φωτιάν, μᾶς ἐδέχθησαν μὲ καλωσύνην ὅλους καὶ μᾶς περιέθαλψαν εἰς τὸν κίνδυνον, ποὺ ἢμεθα ἐκτεθειμένοι λόγῳ τῆς βροχῆς, ποὺ ἔπιπτεν, ἀλλὰ καὶ λόγῳ τοῦ ψύχους.
3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης διεξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
Ἐνῷ δὲ ὁ Παῦλος ἐμάζευσεν εἰς δεμάτιον ἀρκετὰ φρύγανα καὶ τὰ ἔρριψεν ἐπάνω εἰς τὴν φωτιάν, μία ὀχιά, ποὺ ἐζεστάθη ἀπὸ τὴν θερμότητα, ἐπετάχθη καὶ ἐδάγκωσε τὴν χεῖρα του.
4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.
Ὅταν δὲ εἶδαν οἱ ξενόγλωσσοι νησιῶται νὰ κρέμεται τὸ θηρίον ἀπὸ τὴν χεῖρα του, ἔλεγαν μεταξύ των· Ὡρισμένως ὁ ἄνθρωπος αὐτὸς εἶναι φονιᾶς, ὁ ὁποῖος ἐγλύτωσεν ἀπὸ τὴν θάλασσαν, ἀλλ’ ἡ θεία δίκη δὲν τὸν ἄφησε νὰ ζήσῃ.
5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Καὶ ὁ μὲν Παῦλος ἐτίναξεν ἀπ’ ἐπάνω του τὸ θηρίον εἰς τὴν φωτιὰν καὶ δὲν ἔπαθε κανὲν κακόν.
6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
Ἐκεῖνοι δὲ ἐπερίμεναν, ὅτι θὰ ἐπρήσκετο ἢ θὰ ἔπιπτε κάτω διὰ μιᾶς νεκρός. Ἀλλὰ ἀφοῦ ἐπερίμεναν αὐτοὶ ἐπὶ πολὺ καὶ ἔβλεπαν, ὅτι κανὲν κακὸν δὲν ἔγινεν εἰς τὸν Παῦλον, ἤλλαξαν γνώμην καὶ ἔλεγαν, ὅτι αὐτὸς εἶναι θεός.
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
Εἰς τὴν περιφέρειαν δὲ τοῦ τόπου ἐκείνου, ποὺ ἔγινε τὸ ναυάγιον, ὑπῆρχεν ἀγρόκτημα, τὸ ὁποῖον ἀνῆκεν εἰς τὸν πρῶτον τῆς νήσου, ποὺ ἐλέγετο Πόπλιος. Αὐτὸς μᾶς ὑπεδέχθη καὶ μᾶς ἐφιλοξένησε μὲ πολλὴν καλωσύνην ἐπὶ τρεῖς ἡμέρας.
8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Συνέβη δὲ νὰ κατακεῖται ἀσθενὴς ὁ πατὴρ τοῦ Ποπλίου πάσχων ἀπὸ πυρετοὺς καὶ δυσεντερίαν. Εἰσῆλθε δὲ εἰς τὸ δωμάτιόν του πρὸς ἐπίσκεψιν αὐτοῦ ὁ Παῦλος καὶ προσευχηθεὶς τὸν ἰάτρευσεν, ἀφοῦ ἔθεσεν ἐπ’ αὐτοῦ τὰς χεῖρας.
9 τούτου οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·
Ὅταν λοιπὸν ἔγινεν ἡ θεραπεία αὐτή, καὶ οἱ λοιποί, ὅσοι εἶχαν ἀσθενείας εἰς τὴν νῆσον, ἤρχοντο πρὸς τὸν Παῦλον καὶ ἰατρεύοντο.
10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
Καὶ μᾶς ἐτίμησαν οὗτοι μὲ πολλὰς ἐκδηλώσεις σεβασμοῦ καὶ ὅταν ἐπρόκειτο νὰ ἀποπλεύσωμεν ἀπὸ τὴν νῆσον, μᾶς ἐπρομήθευσαν ὅσα θὰ ἐχρειαζόμεθα εἰς τὸ ταξίδιον.
11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις,
Ἀπεπλεύσαμεν δὲ ὕστερα ἀπὸ τρεῖς μῆνας ἐπὶ πλοίου, ποὺ εἶχε περάσει τὸν χειμῶνα εἰς τὴν νῆσον καὶ ἦτο Ἀλεξανδρινόν,φέρον εἰς τὴν πρῷραν ὡς σῆμα τὴν εἰκόνα τῶν Διοσκούρων, τοῦ Κάστορος δηλαδὴ καὶ Πολυδεύκους, οἱ ὁποῖοι κατὰ τὴν μυθολογίαν ἦσαν δίδυμα παιδιὰ τοῦ Διός.
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς·
Καὶ ἀφοῦ κατεπλεύσαμεν εἰς τὴν πρωτεύουσαν τῆς Σικελίας Συρακούσας, παρεμείναμεν ἐκεῖ ἡμέρας τρεῖς.
13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ρήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·
Ἀπ’ ἐκεῖ, ἀφοῦ ἐπλεύσαμεν γύρω ἀπὸ τὴν νῆσον τῆς Σικελίας, ἐφθάσαμεν εἰς τὸ Ρήγιον καὶ ὅταν μετὰ μίαν ἡμέραν ἔπνευσε νότιος ἄνεμος, ἤλθομεν μετὰ δύο ἡμέρας εἰς Ποτιόλους.
14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά, καὶ οὕτως εἰς τὴν Ρώμην ἤλθομεν.
Ἐκεῖ δὲ εὑρόντες ἀδελφοὺς Χριστιανοὺς παρηγορήθημεν ἀπὸ τὴν συνάντησιν καὶ ἐπικοινωνίαν μὲ αὐτούς, ὥστε παρεμείναμεν μαζί των ἡμέρας ἑπτά. Καὶ ἔτσι ἤλθομεν εἰς τὴν Ρώμην.
15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβεν θάρσος.
Καὶ ἐν τῷ μεταξύ, ὅταν ἀκόμη ἤμεθα εἰς τοὺς Ποτιόλους, ἤκουσαν οἱ ἀδελφοὶ τῆς Ρώμης τὴν εἴδησιν τῆς ἀφίξεώς μας, καθὼς καὶ πότε θὰ ἐφεύγαμεν ἀπ’ ἐκεῖ, καὶ ἐβγῆκαν εἰς προϋπάντησίν μας μέχρι τῆς ἐμπορικῆς ἀγορᾶς, ποὺ ἐκαλεῖτο φόρος τοῦ Ἀππίου, καὶ μέχρι τῶν Τριῶν ταβερνῶν. Ὅταν δὲ ὁ Παῦλος εἶδεν αὐτούς, ηὐχαρίστησε τὸν Θεόν, διότι ἐπληρώθη ἡ ἐπιθυμία του να ἴδῃ καὶ τοὺς ἐν Ρώμῃ Χριστιανούς, καὶ ἔλαβε θάρρος ἀπὸ τὴν παρουσίαν των.
16 Ὃτε δὲ ἤλθομεν εἰς Ρώμην, ὁ ἑκατοντάρχης παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Ὅταν δὲ ἤλθομεν εἰς τὴν Ρώμην, παρέδωκεν ὁ ἑκατόνταρχος εἰς τὸν ἀρχηγὸν τοῦ στρατοπέδου τοὺς ἁλυσοδεμένους ὑποδίκους. Εἰς τὸν Παῦλον ὅμως ἐδόθη ἄδεια να μένῃ κατ’ ἰδίαν μόνος του μαζὶ μὲ τὸν στρατιώτην, ὁ ὁποῖος ἐφρούρει αὐτόν.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρ
Ὕστερα δὲ ἀπὸ τρεῖς ἡμέρας συνέβη να συγκαλέσῃ ὁ Παῦλος εἰς τὴν οἰκίαν, ὅπου ἐφρουρεῖτο, τοὺς προκρίτους τῶν Ἰουδαίων. Ὅταν δὲ οὗτοι συνηθροίσθησαν, εἶπε πρὸς αὐτοὺς ὁ Παῦλος· Ἄνδρες ἀδελφοί, ἐγὼ χωρὶς νὰ κάμω τίποτε ἐναντίον τοῦ λαοῦ μας ἢ κατὰ τῶν ἐθίμων, ποὺ μᾶς παρέδωκαν οἱ πρόγονοί μας, παρεδόθην δεμένος ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὰς χεῖρας τῶν Ρωμαίων.
18 οἵτινες ἀνακρίνατές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
Αὐτοὶ δέ, ἀφοῦ μὲ ἀνέκριναν, ἤθελαν νὰ μὲ ἀφήσουν ἐλεύθερον, καθ’ ὅσον δὲν ὑπῆρχεν εἰς ἐμὲ κανὲν ἔγκλημα ἄξιον τῆς ποινῆς τοῦ θανάτου.
19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι.
Ἐπειδὴ ὅμως ἀντέλεγον οἱ Ἰουδαῖοι, ἠναγκάσθην νὰ ἐπικαλεσθῶ τὸν Καίσαρα, ὄχι διότι εἶχον κάτι, διὰ τὸ ὁποῖον νὰ κατηγορήσω τὸ ἔθνος μου εἰς τὸν αὐτοκράτορα, ἀλλὰ διότι ἤθελον νὰ ἀποφύγω τὸν ἄδικον θάνατον.
20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Διὰ νὰ σᾶς ἐξηγήσω λοιπὸν τὴν πραγματικὴν ταύτην αἰτίαν τῆς φυλακίσεώς μου, σᾶς παρεκάλεσα νὰ σᾶς ἴδω καὶ να σᾶς ὁμιλήσω. Ἔλαβα δὲ τὸ θάρρος νὰ σᾶς ὁμιλήσω καὶ νὰ σᾶς δώσω ἐξηγήσεις, διότι εἶμαι δεμένος εἰς τὴν ἅλυσιν αὐτὴν λόγῳ τοῦ ὅτι ἐμμένω εἰς τὴν ἐλπίδα τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὁ ὁποῖος ἐλπίζει νὰ ἔλθῃ ὁ Μεσσίας, τὸν ὁποῖον καὶ ἐγὼ κηρύττω.
21 οἱ δὲ πρὸς αὐτὸν εἶπον· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.
Αὐτοὶ δὲ εἶπον πρὸς αὐτόν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐλάβομεν ἀπὸ τὴν Ἰουδαίαν, οὔτε κανένας ἀπὸ τοὺς ἀδελφούς, ποὺ ἦλθαν ἐνταύθα, ἀνέφερεν ἢ εἶπε τίποτε κακὸν διὰ σέ.
22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
Θεωροῦμεν δὲ δίκαιον νὰ ἀκούσωμεν ἀπὸ σέ, ποῖα φρονήματα ἔχεις. Διότι διὰ τὸ θρησκευτικὸν αὐτὸ κόμμα, εἰς τὸ ὁποῖον ἀνήκεις, μᾶς εἶναι γνωστόν, ὅτι εἰς κάθε μέρος ἐγείρονται ἀντιρρήσεις καὶ ἀντιλέγουν κατ’ αὐτοῦ.
23 Ταξάμενοι δὲ αὐτῶ ἡμέραν ἦκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωΐ ἕως ἑσπέρας.
Ἀφοῦ δὲ ὥρισαν εἰς αὐτὸν ἡμέραν συναντήσεως, κατὰ τὴν ὁποίαν θὰ συνεζήτουν, ἦλθον εἰς αὐτὸν εἰς τὸ οἴκημα, ὅπου ἐφιλοξενεῖτο, περισσότεροι τώρα παρ’ ὅσον τὴν πρώτην φοράν. Εἰς αὐτοὺς λοιπὸν ἐξέθετε καὶ παρεῖχεν ἱερὰν καὶ κατενώπιον τοῦ Θεοῦ μαρτυρίαν περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ προσεπάθει νὰ πείσῃ αὐτοὺς περὶ τῶν ἀναφερομένων εἰς τὸν Ἰησοῦν ἀληθειῶν, προσάγων ἀποδείξεις ἀπὸ τὸ πρωῒ ἕως τὸ βράδυ καὶ ἀπὸ τὸν νόμον τοῦ Μωϋσέως, ἐξηγῶν τὰς εἰς τὰ βιβλία τῆς Πεντατεύχου προτυπώσεις καὶ εἰκόνας, καὶ ἀπὸ τοὺς προφήτας, ἑρμηνεύων τὰς περὶ Μεσσίου προρρήσεις αὐτῶν.
24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
Καὶ ἄλλοι μὲν ἐφαίνοντο, ὅτι ἐπείθοντο εἰς τὰ λεγόμενα τοῦ Παύλου, ἄλλοι δὲ δὲν ἐπίστευον.
25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ρῆμα ἕν, ὅτι καλῶς τὸ Πνεῦμα τὸ Ἃγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν
Ἐπειδὴ δὲ δὲν συνεφώνουν μεταξύ των, ἀνεχώρησαν, ἀφοῦ τοὺς εἶπεν ὁ Παῦλος ἀκὀμη ἕνα λόγον, ὅτι δηλαδὴ καλὰ εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς προγόνους μας
26 λέγον· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε,
τοὺς ἑξῆς λόγους: Πήγαινε εἱς τὸν λαὸν αὐτὸν καὶ εἰπέ· Θὰ ἀκούσετε μὲ τὴν ἀκοήν σας τὴν διδασκαλίαν τῆς ἀληθείας, ἀλλὰ δὲν θὰ τὴν καταλάβετε, καὶ θὰ ἐκτεθῇ εἰς τὰ μάτια σας ἡ ἐπιβεβαίωσις καὶ ἡ ἀπόδειξις τῆς διδασκαλίας αὐτῆς καὶ δὲν θὰ τὴν ἴδετε.
27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
Διότι λόγῳ τῆς πείσμονος ἀπειθείας τοῦ λαοῦ αὐτοῦ ἐχόνδρυνεν ἡ διάνοιά του καὶ ἐβαρυάκουσαν μὲ τὰ αὐτιὰ τῆς ψυχῆς των καὶ ἔκλεισαν τὰ ἐσωτερικὰ μάτια των. Καὶ ἔτσι ἀχρήστευσαν μόνοι τους τὰ πνευματικά των αἰσθητήρια, μήπως ἴδουν μὲ τὰ ἐσωτερικὰ μάτια καὶ ἀκούσουν μὲ τὰ αὐτιὰ τῆς ψυχῆς καὶ καταλάβουν μὲ τὴν διάνοιαν τὴν διδασκομένην εἰς αὐτοὺς ἀλήθειαν καὶ μετανοήσουν καὶ ἰατρεύσω αὐτούς.
28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται.
Ἀφοῦ λοιπὸν εἶσθε τόσον σκληροί, ἂς εἶναι γνωστὸν εἰς σᾶς, ὅτι ἡ διὰ τοῦ Μεσσίου σωτηρία αὕτη τοῦ Θεοῦ ἀπεστάλη εἰς τοὺς ἐθνικούς, αὐτοὶ δὲ καὶ θὰ ἀκούσουν μὲ καλὴν διάθεσιν καὶ θὰ ἐγκολπωθοῦν τὸ περὶ αὐτῆς κήρυγμα.
29 καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ Ἰουδαῖοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
Καὶ ἀφοῦ ὁ Παῦλος εἶπε ταῦτα, ἔφυγον οἱ Ἰουδαῖοι φιλονεικοῦντες πολὺ μεταξύ των.
30 Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
Ἔμεινε δὲ ὁ Παῦλος ἐπὶ δύο ὁλόκληρα ἔτη εἰς οἴκημα, τὸ ὁποῖον ἐξ ἰδίων του ἐνοικίασε, καὶ ἐδέχετο προθύμως καὶ εὐχαρίστως ὅλους, ὅσοι ἐπήγαιναν πρὸς ἐπίσκεψίν του.
31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Καὶ ἐκήρυσσεν εἰς αὐτοὺς τὴν βασιλείαν τοῦ Θεοῦ, τὴν ὁποίαν κατέστησε κληρονομίαν τῶν πιστευόντων ὁ Μεσσίας Ἰησοῦς, καὶ ἐδίδασκεν εἰς τούτους τὰς ἀναφερομένας εἰς τὸ πρόσωπον τοῦ Ἰησοῦ Χριστοῦ ἀληθείας. Ἐκήρυσσε δὲ καὶ ἐδίδασκε ταῦτα μὲ ἄφοβον παρρησίαν καὶ θάρρος καὶ χωρὶς νὰ τοῦ παρεμβάλλεται ἔξωθεν κανὲν ἐμπόδιον.
Ερμηνεία Π. Τρεμπέλα