ελ
Καινή Διαθήκη
1 ΦΗΣΤΟΣ οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας·
Ο Φῆστος λοιπόν, ὅταν ἦλθεν εἰς τὴν ἐπαρχίαν τῆς Συρίας, τῆς ὁποίας εἶχε διορισθῇ πραίτωρ, μετὰ τρεῖς ἠμέρας ἀνέβη ἀπὸ τὴν Καισάρειαν εἰς Ἱεροσόλυμα.
2 ἐνεφάνισαν δὲ αὐτῷ ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
Ὁ ἀρχιερεὺς δὲ καὶ οἱ πρόκριτοι τῶν Ἰουδαίων ἔφεραν καταγγελίαν εἰς αὐτὸν κατὰ τοῦ Παύλου καὶ τὸν παρεκάλουν
3 αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
ζητοῦντες ὡς χάριν εἰς βάρος τοῦ Παύλου, ἵνα τὸν καλέσῃ ὁ Φῆστος εἰς Ἱεροσόλυμα, συγχρόνως δὲ ἐτοίμαζαν νέαν ἐνέδραν διὰ νὰ τὸν φονεύσουν εἰς τὸν δρόμον.
4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
Ὁ Φῆστος ὅμως ἠρνήθη καὶ ἀπήντησεν, ὅτι ὁ Παῦλος ἐφυλάττετο εἰς τὴν Καισάρειαν, αὐτὸς δὲ ἐπρόκειτο γρήγορα νὰ ἀναχωρήσῃ ἐξ Ἱεροσολύμων, διὰ νὰ ἐπιστρέψῃ ἐκεῖ.
5 οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
Οἱ πρωτεύοντες λοιπὸν μεταξύ σας, εἶπεν ὁ Φῆστος, ἀς καταβοῦν μαζί μου εἰς Καισάρειαν καὶ ἐὰν ὑπάρχῃ κάτι τὸ ἔνοχον εἰς τὸν ἄνθρωπον αὐτόν, ἂς διατυπώσουν καὶ ἂς ὑποστηρίξουν τὴν κατ’ αὐτοῦ κατηγορίαν.
6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.
Ἀφοῦ δὲ ἔμεινε μεταξὺ αὐτῶν περισσοτέρας ἀπὸ δέκα ἡμέρας, κατέβη εἰς Καισάρειαν καὶ τὴν ἑπομένην τῆς ἀφίξεώς του καθίσας ἐπὶ τῆς δικαστικῆς ἕδρας διέταξε να προσαχθῇ ὁ Παῦλος.
7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
Ὅταν δὲ ἦλθεν οὗτος, ἐστάθησαν τριγύρω τοῦ οἱ Ἰουδαῖοι, ποὺ εἶχον καταβὴ ἐξ Ἱεροσολύμων, ἐπιρρίπτοντες κατὰ τοῦ Παύλου πολλὰς καὶ βαρείας κατηγορίας, τὰς ὁποίας ὅμως δὲν ἠδύναντο να ἀποδείξουν.
8 ἀπολογουμένου αὐτοῦ ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
Καὶ δὲν ἠδύναντο να τὰς ἀποδείξουν, διότι ὁ Παῦλος ἀπελογεῖτο, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸν ναόν, οὔτε εἰς τὸν Καίσαρα ἡμάρτησα τὸ παραμικρόν.
9 ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε· θέλεις εἰς Ἱερουσαλὴμ ἀναβὰς ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ᾿ ἐμοῦ;
Ὁ Φῆστος ὅμως, ἐπειδὴ ἤθελε νὰ κάμῃ χάριν εἰς τοὺς Ἰουδαίους διὰ νὰ προσελκύσῃ τὴν εὐγνωμοσύνην των, ἀποκριθεὶς εἰς τὸν Παῦλον εἶπε· θέλεις νὰ ἀναβῇς εἰς τὰ Ἱεροσόλυμα καὶ νὰ δικασθῇς ἐκεῖ διὰ τὰ ζητήματα αὐτὰ ἐπὶ παρουσία μου;
10 εἶπε δὲ ὁ Παῦλος· ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγνώσκεις·
Ἀλλ’ ὁ Παῦλος εἶπεν· Ἐδῶ στέκομαι ἐνώπιον τοῦ δικαστηρίου τοῦ Καίσαρος, εἰς τὸ ὁποῖον ὡς Ρωμαῖος πολίτης πρέπει νὰ δικασθῶ. Τοὺς Ἰουδαίους δὲν ἠδίκησα εἰς τίποτε, καθὼς σὺ καλύτερα ἀπὸ κάθε ἄλλον ἀντιλαμβάνεσαι. Δὲν δέχομαι λοιπὸν νὰ δικασθῶ εἰς Ἱεροσόλυμα.
11 εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
Διότι, ἐὰν μὲν ἔκαμα καμμίαν ἀδικίαν καὶ ἐὰν ἔπραξα κάποιον ἔγκλημα, ποὺ νὰ τιμωρῆται μὲ θάνατον, ἂς δικασθῶ ἐδῶ καὶ δὲν ἀρνοῦμαι καὶ θανατικὴν ποινὴν νὰ ὑποστῶ. Ἐὰν ὅμως δὲν ὑπάρχῃ τίποτε ἀπὸ ἐκεῖνα, διὰ τὰ ὁποῖα αὐτοὶ μὲ κατηγοροῦν, κανεὶς δὲν ἠμπορεῖ νὰ μὲ χαρίσῃ ὡς δῶρον εἰς αὐτούς. Κάμνω ἔφεσιν εἰς τὸν Καίσαρα καὶ ἐνώπιον αὐτοῦ ζητῶ νὰ κριθῶ.
12 τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
Τότε ὁ Φῆστος, ἀφοῦ συνεζήτησε μὲ τὸ συμβούλιόν του, ἀπεκρίθη: Τὸν Καίσαρα ἐπεκαλέσθῃς, εἰς τὸν Καίσαρα θὰ ὑπάγῃς καὶ ἀπὸ αὐτόν, ἀφοῦ τὸ θέλεις, θὰ κριθῇς.
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον.
Ἀφοῦ δὲ ἐπέρασαν μερικαὶ ἡμέραι, ὁ βασιλεὺς Ἀγρίππας ὁ νεώτερος, ὁ υἱὸς τοῦ Ἀγρίππα τοῦ πρώτου, καὶ ἡ ἀδελφὴ τοῦ Βερνίκη ἦλθον εἰς Καισαρείαν, διὰ να χαιρετήσουν καὶ συγχαροῦν τὸν Φῆστον.
14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
Σὰν ἔμεναν δὲ ἐκεῖ περισσοτέρας ἡμέρας, ὁ Φῆστος ἐξέθεσεν εἰς τὸν βασιλέα τὴν ἀφορῶσαν εἰς τὸν Παῦλον ὑπόθεσιν, λέγων· Εἶναι κάποιος ἄνθρωπος, τὸν ὁποῖον ὁ Φῆλιξ ἀφῆκε φυλακισμένον.
15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·
Περὶ αὐτοῦ, ὅταν ἐπῆγα εἰς τὰ Ἱεροσόλυμα, ἐπέδωκαν καταγγελίαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων καὶ ἐζήτουν νὰ τὸν δικάσω καὶ νὰ ἐκδώσω καταδικαστικὴν ἀπόφασιν κατ’ αὐτοῦ.
16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ρωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
Ἀπήντησα ὅμως πρὸς τούτους, ὅτι δὲν εἶναι συνήθεια εἰς τοὺς Ρωμαίους χαριζόμενοι νὰ παραδίδουν ἕνα ἄνθρωπον εἰς θάνατον καὶ δὲν εἶναι δυνατὸν νὰ ἐκδοθῇ καταδικαστικὴ ἀπόφασις, προτοῦ ὁ κατηγορούμενος ἔλθῃ εἰς ἀντιπαράστασιν κατὰ πρόσωπον πρὸς τοὺς κατηγόρους του καὶ προτοῦ λάβῃ εὐκαιρίαν νὰ ἀπολογηθῇ διὰ τὸ ἔγκλημα, ποὺ κατηγορεῖται.
17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
Ἀφοῦ λοιπὸν αὐτοὶ ἦλθαν μαζί μου ἐδῶ, χωρὶς νὰ κάμω καμμίαν ἀναβολήν, ἐκάθισα ἐπὶ τοῦ δικαστικοῦ βήματος καὶ διέταξα νὰ προσαχθῇ ὁ ἄνθρωπος.
18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ,
Ἀλλ’ οἱ κατήγοροι, ὅταν ἐστάθησαν εἰς τὸ κριτήριον, δὲν ἔφεραν κατ’ αὐτοῦ καμμίαν κατηγορίαν ἐξ ἐκείνων, τὰς ὁποίας ἐγὼ ὑπέθετον καὶ περὶ τῶν ὁποίων προβλέπει ὁ ρωμαϊκὸς νόμος.
19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
Ἀλλ’ εἶχαν μαζί του κάποια ζητήματα περὶ τῆς ἰδικῆς των θρησκείας καὶ διὰ κάποιον Ἰησοῦν πεθαμένον, περὶ τοῦ ὁποίου ἰσχυρίζετο ὁ Παῦλος, ὅτι ζῇ.
20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτου ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
Ἐπειδὴ δὲ ἐγὼ εὑρέθην εἰς ἀπορίαν καὶ ἀμηχανίαν διὰ τὴν ἐξέτασιν τοῦ ζητήματος τούτου, εἶπον εἰς τὸν Παῦλον, ἐὰν ἤθελε, νὰ ὑπάγῃ εἰς Ἱεροσόλυμα καὶ ἐκεῖ νὰ δικασθῇ περὶ τῶν ζητημάτων αὐτῶν.
21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.
Ἐπειδὴ ὅμως ὁ Παῦλος ἐπεκαλέσθη τὴν ρωμαϊκὴν ὑπηκοότητά του καὶ ἐζήτησε νὰ φρουρηθῇ διὰ νὰ κριθῇ ἀπὸ τὸν σεβαστὸν αὐτοκράτορα, διέταξα νὰ φρουρῆται οὗτος, ἕως ὅτου τὸν στείλω εἰς τὸν Καίσαρα.
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ὁ δέ, αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Εἶπε δὲ ὁ Ἀγρίππας πρὸς τὸν Φῆστον· Θὰ ἤθελα καὶ ὁ ἴδιος νὰ ἀκούσω τὸν ἄνθρωπον αὐτόν. Ὁ δὲ Φῆστος εἶπεν· Αὔριον θὰ τὸν ἀκούσῃς.
23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾿ ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
Τὴν ἄλλην λοιπὸν ἡμέραν, ἀφοῦ ἦλθον ὁ Ἀγρίππας καὶ ἡ Βερνίκη μετὰ πολλῆς πομπῆς καὶ ἐπιδείξεως καὶ εἰσῆλθον εἰς τὴν αἴθουσαν, ποὺ ἐγίνοντο αἱ δημόσιαι δίκαι, μαζὶ καὶ μὲ τοὺς χιλιάρχους καὶ τοὺς προκρίτους τῆς πόλεως, ἔδωκε διαταγὴν ὁ Φῆστος καὶ προσήχθη ὁ Παῦλος.
24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι.
Καὶ λέγει τότε ὁ Φῆστος· Βασιλεῦ Ἀγρίππα καὶ ὅλοι οἱ ἄνδρες, ὅσοι εἶσθε μαζί μας παρόντες, ἔχετε ἐνώπιόν σας καὶ βλέπετε τὸν ἄνθρωπον αὐτόν, διὰ τὸν ὁποῖον ὅλον τὸ πλῆθος τῶν Ἰουδαίων ἦλθαν εἰς συνάντησίν μου μὲ πολλὰς παρακλήσεις καὶ εἰς τὰ Ἱεροσόλυμα καὶ ἐδῶ, καὶ ἐφώναζαν, ὅτι δὲν πρέπει πλέον αὐτὸς νὰ ζῇ.
25 ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
Ἀλλ’ ἐγὼ ἀντελήφθην, ὅτι ὁ ἄνθρωπος αὐτὸς δὲν ἔχει πράξει τίποτε, ποὺ νὰ εἶναι ἄξιον θανάτου. Καὶ ἐπειδὴ αὐτὸς ὁ ἴδιος ἐπεκαλέσθη ὡς δικαστήν του τὸν σεβαστὸν αὐτοκράτορα, ἀπεφάσισα νὰ τὸν στείλω.
26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῷ τι γράψαι.
Δὲν ἔχω ὅμως τίποτε βέβαιον νὰ γράψω δι’ αὐτὸν εἰς τὸν κύριον. Δι’ αὐτὸ τὸν ἔφερα ἀπὸ τὴν φυλακὴν ἐνώπιόν σας καὶ μάλιστα ἐνώπιον σου, βασιλεῦ Ἀγρίππα, διὰ νὰ γίνῃ ἡ προανάκρισις, καὶ συναγάγω ἐξ αὐτῆς κάτι, τὸ ὁποῖον νὰ γράψω εἰς τὸν αὐτοκράτορα.
27 ἄλογον γὰρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.
Διότι μοῦ φαίνεται παράλογον, ὅταν ἀποστείλω κάποιον δεμένον εἰς τὴν Ρώμην, νὰ μὴ καθορίσω καὶ τὰς κατ’ αὐτοῦ κατηγορίας.
Ερμηνεία Π. Τρεμπέλα