ελ
Καινή Διαθήκη
1 Ατενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
Ο Παῦλος δέ, ἀφοῦ προσήλωσε τὸ βλέμμά του εἰς τὸ συνέδριον, εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ ἔχω πολιτευθῇ ἐνώπιον τοῦ Θεοῦ μέχρι τῆς ἡμέρας ταύτης, χωρὶς νὰ μὲ τύπτῃ εἰς τίποτε ἡ συνείδησίς μου, ἀλλὰ τουναντίον ἔχω τὴν μαρτυρίαν τῆς ἐξ ὁλοκλήρου ἀγαθήν.
2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
Ὁ ἀρχιερεὺς Ἀνανίας ὅμως διέταξε τότε τοὺς ὑπηρέτας, ποὺ ἐστέκοντο πλησίον τοῦ Παύλου, νὰ τοῦ κτυπήσουν τὸ στόμα, ἴσως διότι ἔλαβε τὸν λόγον μόνος του.
3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι!
Τότε ὁ Παῦλος τοῦ εἶπε· Θὰ σὲ πατάξῃ ὁ Θεός, τοῖχε ἀσβεστωμένε, ποὺ ἀπ’ ἔξω φαίνεσαι λευκός, εἰς τὸ βάθος σου δὲ κρύπτεις τὴν ἀδικίαν. Καὶ σὺ κάθεσαι νὰ μὲ κρίνῃς σύμφωνα μὲ τὸν νόμον; Καὶ παραβαίνων σὺ ὁ κριτὴς τὸν νόμον, ὁ ὁποῖος παραγγέλλει νὰ ἀπολογῆται ἐλεύθερα καὶ ἀνεμπόδιστα κάθε κατηγορούμενος, διατάσσεις νὰ μὲ κτυπήσουν διὰ νὰ βουλώσῃς τὸ στόμα μου κατὰ τὴν ὥραν τῆς ἀπολογίας μου;
4 οἱ δὲ παρεστῶτες εἶπον· τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
Οἱ παριστάμενοι δὲ εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ ὑβρίζεις;
5 ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Καὶ εἶπεν ὁ Παῦλος, ὁ ὁποῖος ἀπὸ ἔτη πολλὰ ἔλειπεν ἐξ Ἱεροσολύμων καὶ δὲν ἐγνώριζε προσωπικῶς τὸν ἀρχιερέα, ὁ ὁποῖος τὴν στιγμὴν ἐκείνην δὲν ἦτο εὐδιάκριτος, διότι προήδρευε τῆς συνεδρίας ὁ χιλίαρχος. Δὲν ἐγνώριζα, ἀδελφοί, ὅτι εἶναι ἀρχιερεύς. Ἄλλως δὲν θὰ ἔλεγον αὐτό, ποὺ εἶπα, διότι ἔχει γραφῇ εἰς τὸ βιβλίον τῆς Ἐξόδου: Δὲν θὰ κακολογήσῃς ἄρχοντα τοῦ λαοῦ σου.
6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
Ἐν τῷ μεταξὺ δέ, ὅταν ἀντελήφθη ὁ Παῦλος, ὅτι ἡ μία μερὶς τοῦ συνεδρίου ἀπετελεῖτο ἀπὸ Σαδδουκαίους, οἱ ὁποῖοι δὲν ἐπίστευαν εἰς τὴν ἀνάστασιν τῶν νεκρῶν, ἡ ἄλλη δὲ μερὶς ἀπετελεῖτο ἀπὸ Φαρισαίους, ἐφώναξε δυνατὰ ἐν μέσῳ τοῦ συνεδρίου: Ἄνδρες ἀδελφοί, ἐγὼ εἶμαι Φαρισαῖος καὶ υἱὸς Φαρισαίου. Καὶ δικάζομαι σήμερον ἐγώ, ἐπειδὴ πιστεύω καὶ ἐλπίζω εἰς τὴν ἀνάστασιν τῶν νεκρῶν.
7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
Ὅταν δὲ εἶπε τοῦτο ὁ Παῦλος, ἔγινε φιλονεικία μεταξὺ τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων καὶ ἐδιχάσθη τὸ πλῆθος τῶν μελῶν τοῦ συνεδρίου.
8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
Ἐδιχάσθη δὲ τὸ πλῆθος, διότι οἱ μὲν Σαδδουκαῖοι λέγουν, ὅτι δὲν ὑπάρχει ἀνάστασις, οὔτε ἄγγελος, οὔτε ἀσώματος ψυχή, ἐπειδὴ ὑπεστήριζαν οὗτοι, ὅτι αἱ ψυχαὶ των ἀποθνησκόντων διαλύονται μετὰ τοῦ σώματος. Οἱ Φαρισαῖοι ὅμως ὁμολογοῦν καὶ τὰ δύο, καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν δηλαδὴ καὶ τὴν ὕπαρξιν πνευμάτων.
9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέλους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
Ἔγινε δὲ λόγῳ τῆς φιλονεικίας των μεγάλη κραυγή, καὶ ἀφοῦ ἐσηκώθησαν οἱ γραμματεῖς οἱ ἀνήκοντες εἱς τὴν μερίδα τῶν Φαρισαίων, συνεζήτουν μὲ θυμὸν καὶ ἔλεγαν: Δὲν εὑρίσκομεν κανὲν κακὸν εἰς αὐτὸν τὸν ἄνθρωπον. Ἐὰν δὲ πνεῦμα ἢ ἄγγελος ὡμίλησεν εἰς αὐτόν, ἂς μὴ μαχώμεθα κατὰ τοῦ Θεοῦ, ὁ ὁποῖος τοῦ ἔκαμε τὴν ἀποκάλυψιν αὐτήν.
10 πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν.
Ἐπειδὴ δὲ ἔγινε μεγάλη φιλονεικία, ὁ χιλίαρχος ἐφοβήθη, μήπως ὁ Παῦλος κομματιασθῇ ἀπὸ αὐτούς, καὶ διέταξε νὰ καταβῇ τὸ στράτευμα καὶ νὰ τὸν ἁρπάσῃ ἐκ μέσου αὐτῶν καὶ νὰ τὸν ὁδηγήσῃ εἰς τὸ στρατόπεδον.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σὲ δεῖ καὶ εἰς Ρώμην μαρτυρῆσαι.
Τὴν ἑπομένην δὲ νύκτα ἐνεφανίσθη ἔξαφνα εἰς τὸν Παῦλον ὁ Κύριος Ἰησοῦς καὶ εἶπεν· Ἔχε θάρρος, Παῦλε, διότι ὅπως ἑμαρτύρησες τὴν περὶ ἐμοῦ ἀλήθειαν καὶ ὁμολογίαν εἰς τὴν Ἱερουσαλήμ, ἔτσι σύμφωνα μὲ τὸ σχέδιον τῆς θείας βουλῆς πρέπει νὰ μαρτυρήσῃς καὶ εἰς τὴν Ρώμην. Δὲν πρόκειται λοιπὸν νὰ πάθῃς ἐδῶ τίποτε, ἄλλα θὰ σὲ φυλάξω σῷον διὰ νὰ μεταβῇς καὶ εἰς τὴν Ρώμην.
12 Γενομένης δὲ ἡμέρας ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον.
Ὅταν δὲ ἔγινεν ἡμέρα, μερικοὶ ἀπὸ τοὺς Ἰουδαίους ἔκαμαν συνωμοσίαν καὶ ὡρκίσθησαν νὰ εἶναι ἀναθεματισμένοι καὶ κατηραμένοι εἰς ὅλεθρον ἀπὸ τὸν Θεόν, ἐὰν θὰ ἔτρωγαν ἢ θὰ ἔπιναν, ἕως ὅτου φονεύσουν τὸν Παῦλον.
13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
Ἦσαν δὲ περισσότεροι ἀπὸ τεσσαράκοντα αὐτοί, ποὺ εἶχον κάμει τὴν συνωμοσίαν καὶ τὸν ὅρκον αὐτόν.
14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
Αὐτοὶ πρόσηλθον εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τοὺς πρεσβυτέρους καὶ εἶπον· Ἀναθεματίσαμεν μὲ φοβερὸν ἀνάθεμα τοὺς ἑαυτούς μας νὰ μὴ βάλωμεν εἰς τὸ στόμα μας τίποτε, ἕως ὅτου φονεύσωμεν τὸν Παῦλον.
15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Τώρα λοιπὸν σεῖς μετὰ τοῦ Συνεδρίου δηλώσατε εἰς τὸν χιλίαρχον νὰ κατεβάσῃ αὕριον ἐνώπιόν σας τὸν Παῦλον μὲ τὴν πρόφασιν, ὅτι μέλλετε νὰ ἐξετάσετε καὶ νὰ μάθετε μὲ περισσοτέραν ἀκρίβειαν τὴν ὑπόθεσίν του. Ἡμεῖς δέ, προτοῦ νὰ πλησιάσῃ αὐτὸς εἰς τὸν τόπον τῆς συνεδριάσεως, εἴμεθα ἕτοιμοι διὰ νὰ τὸν φονεύσωμεν.
16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλε τῷ Παύλῳ.
Κατὰ θείαν ὅμως οἰκονομίαν ἤκουσεν ὁ υἱὸς τῆς ἀδελφῆς τοῦ Παύλου τὴν ἐνέδραν. Ἦλθε λοιπὸν καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ στρατόπεδον, ἀνήγγειλεν εἰς τὸν Παῦλον τὰ περὶ αὐτῆς.
17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη· τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ.
Τότε ὁ Παῦλος, ἀφοῦ προσεκάλεσεν ἕνα ἀπὸ τοὺς ἑκατοντάρχους, εἶπεν· Ὁδήγησε τὸν νέον αὐτὸν εἰς τὸν χιλίαρχον, διότι ἔχει κάτι νὰ τοῦ ἀναγγείλῃ.
18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον καί φησιν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
Οὗτος λοιπόν, ἀφοῦ παρέλαβε τὸν νέον, ὠδήγησεν αὐτὸν εἰς τὸν χιλίαρχον καὶ εἶπεν· Ὁ φυλακισμένος Παῦλος μὲ προσεκάλεσε καὶ μὲ παρεκάλεσε νὰ ὁδηγήσω εἰς σὲ τὸν νέον αὐτόν, ποὺ ἔχει κάποιον μυστικὸν νὰ σοῦ εἴπῃ.
19 ἐπιλαβόμενος δὲ τῆς χειρός αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
Ἀφοῦ δὲ ὁ χιλίαρχος τὸν ἔπιασεν ἀπὸ τὸ χέρι του καὶ ἐπῆγεν εἰς ἰδιαίτερον μέρος, ἠρώτησε: Τί εἶναι ἐκεῖνο, ποὺ ἔχεις νὰ μοῦ ἀναγγείλῃς;
20 εἶπε δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
Εἶπε δὲ ὁ νέος, ὅτι οἱ Ἰουδαῖοι συνεφώνησαν νὰ σὲ παρακαλέσουν, ὅπως κατεβάσῃς αὔριον τὸν Παῦλον εἰς τὸ συνέδριον μὲ τὴν πρόφασιν, ὅτι μέλλουν κάπως ἀκριβέστερον νὰ ἐξετάσουν καὶ νὰ μάθουν περὶ αὐτοῦ.
21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
Σὺ λοιπὸν νὰ μὴ πεισθῇς εἰς αὐτούς. Διότι τοῦ κάνουν καρτέρι μερικοὶ ἀπὸ αὐτούς, περισσότεροι ἀπὸ τεσσαράκοντα ἄνδρες, οἱ ὁποῖοι ὡρκίσθησαν καὶ ἀναθεμάτισαν τοὺς ἑαυτούς των νὰ μὴ φάγουν, οὔτε νὰ πίουν τίποτε, ἕως ὅτου τὸν φονεύσουν. Καὶ τώρα εἶναι ἕτοιμοι καὶ περιμένουν νὰ τοὺς δώσῃς τὴν ὑπόσχεσιν, ὅτι θὰ τὸν κατεβάσῃς.
22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
Ὁ χιλίαρχος λοιπὸν ἀφῆκεν ἐλεύθερον τὸν νέον, ἀφοῦ τοῦ παρήγγειλε, νὰ μὴ εἴπῃς εἰς κανένα, ὅτι κατήγγειλες καὶ ἀνεκοίνωσες ταῦτα εἰς ἐμέ.
23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
Καὶ ἀφοῦ προσεκάλεσε δύο ἀπὸ τοὺς ἑκατοντάρχους εἶπεν· Ἐτοιμάσατε διακοσίους στρατιώτας διὰ νὰ ὑπάγουν μέχρι τῆς Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ λογχοφόρους διακοσίους. Νὰ εἶναι ἕτοιμοι εἰς τὰς ἐννέα τὸ βράδυ.
24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
Καὶ νὰ ἔχουν μαζί των ζῶα, διὰ νὰ ἐπιβιβάσουν τὸν Παῦλον καὶ μεταφέρουν αὐτὸν σῷον εἰς τὸν Φήλικα τὸν ἐπίτροπον τῆς Ἰουδαίας.
25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
Ἔγραψε δὲ ἐπιστολήν, ἡ ὁποία εἶχε τοῦτο τὸ περιεχόμενον·
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
Ὁ Κλαύδιος Λυσίας πρὸς τὸν ἐξοχώτατον ἡγεμόνα Φήλικα. Χαῖρε.
27 τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ρωμαῖός ἐστι.
Τὸν ἄνδρα αὐτόν, ποὺ συνελήφθη ἀπὸ τοὺς Ἰουδαίους καὶ ἐπρόκειτο να φονευθῇ ἀπὸ αὐτούς, κατέφθασα ἐπὶ τόπου μὲ τὸ στράτευμα καὶ τὸν ἐγλύτωσα, ἐπειδὴ ἔμαθον, ὅτι εἶναι Ρωμαῖος πολίτης.
28 βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾿ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·
Ἐπειδὴ δὲ ἤθελα να μάθω τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν κατηγοροῦν, τὸν κατέβασα ἐνώπιον τοῦ συνεδρίου των.
29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
Τὸν εὗρον δὲ νὰ κατηγορῆται διὰ ζητήματα τοῦ νόμου των, νὰ μὴ εἶναι δὲ ἔνοχος κανενὸς ἐγκλήματος, τὸ ὁποῖον νὰ τιμωρῆται ἀπὸ τοὺς ρωμαϊκοὺς νόμους μὲ θάνατον ἡ μὲ φυλάκισιν.
30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. ἔρρωσο.
Ἐπειδὴ δὲ μοῦ κατηγγέλθη, ὅτι ἐπρόκειτο νὰ γίνῃ ἀπὸ τοὺς Ἰουδαίους δολοφονικὴ ἐνέδρα κατὰ τοῦ ἀνδρός, ἀμέσως σοῦ τὸν ἀπέστειλα καὶ παρήγγειλα καὶ εἰς τοὺς κατηγόρους του νὰ ἐκθέσουν τὰς κατ’ αὐτοῦ κατηγορίας ἐνώπιόν σου. Ὑγίαινε.
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα,
Οἱ στρατιῶται λοιπὸν σύμφωνα μὲ τὴν διαταγήν, ποὺ τοὺς ἐδόθη, παρέλαβον τὸν Παῦλον καὶ τὸν ὠδήγησαν διὰ νυκτερινῆς πορείας εἰς τὴν Ἀντιπατρίδα, ποὺ εὑρίσκετο εἰς τὸ μέσον περίπου τοῦ μεταξὺ Ἱεροσολύμων καὶ Καισαρείας δρόμου.
32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
Τὴν ἑπομένην δὲ ἡμέραν οἱ πεζοὶ στρατιῶται ἀφῆκαν μόνους τοὺς ἱππεῖς νὰ ἑξακολουθήσουν τὸ ταξίδιον μαζὶ μὲ τὸν Παῦλον, καὶ αὐτοὶ ἐπέστρεψαν εἰς τὸ ἐν Ἱεροσολύμοις στρατόπεδον.
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
Οἱ ἱππεῖς δέ, ἀφοῦ εἰσῆλθον εἰς τὴν Καισάρειαν καὶ παρέδωσαν τὴν ἐπιστολὴν εἰς τὸν ἐπίτροπον, τοῦ παρουσίασαν καὶ τὸν Παῦλον.
34 ἀναγνοὺς δὲ ὁ ἡγεμὼν καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
Ὅταν δὲ ἀνέγνωσεν ὁ ἐπίτροπος τῆς Ρώμης τὴν ἐπιστολὴν καὶ ἡρώτησε τὸν Παῦλον, ἀπὸ ποίαν ἐπαρχίαν εἶναι καὶ ἔμαθεν, ὅτι εἶναι ἀπὸ τὴν Κιλικίαν,
35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι.
εἶπε· Θὰ σὲ ἀκούσω μὲ προσοχήν, ὅταν ἔλθουν οἱ κατήγοροί σου. Καὶ διέταξε να φρουρῆται οὗτος εἰς τὴν φυλακὴν τοῦ ἀνακτόρου, ποὺ εἶχε κτίσει ὁ Ἡρῴδης, καὶ τὸ ὁποῖον τώρα ἦτο κατοικία τοῦ πραίτορος.
Ερμηνεία Π. Τρεμπέλα