ελ
Καινή Διαθήκη
1 ΑΝΔΡΕΣ ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
'Ανδρες ἀδελφοὶ καὶ πατέρες καὶ πατέρας προσφωνῶ τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους ἀκούσατε τὴν ἀπολογίαν μου, τὴν ὁποίαν ἀπευθύνω κατὰ τὴν στιγμὴν ταύτην πρὸς σᾶς.
2 ἀκούσαντες δὲ ὅτι τῇ ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν.
Ὅταν δὲ ἤκουσαν, ὅτι ὡμίλει πρὸς αὐτοὺς εἰς τὴν ἑβραϊκὴν γλῶσσαν, ἐκολακεύθησαν καὶ ἔκαμαν περισσοτέραν ἡσυχίαν.
3 καί φησιν· ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον.
Καὶ τότε εἶπεν ὁ Παῦλος· Ἐγὼ εἶμαι Ἰουδαῖος, ὁ ὁποῖος ἔχω γεννηθῇ μὲν ἐν Ταρσῷ τῆς Κιλικίας, ἔχω ὅμως ἐκπαιδευθῇ εἰς τὴν πόλιν ταύτην τῶν Ἱεροσολύμων ὡς μαθητής, ποὺ ἐκάθημην κοντὰ εἰς τὰ πόδια τοῦ Γαμαλιὴλ καὶ ἤκουα τὴν διδασκαλίαν του. Καὶ εἶμαι συνεπῶς διδαγμένος σύμφωνα πρὸς τὴν ἀκριβῆ διδασκαλίαν καὶ ἐξήγησιν τοῦ νόμου τῶν πατέρων μας, εἶχα δὲ καὶ ζῆλον διὰ τὴν δόξαν τοῦ Θεοῦ, καθὼς ὅλοι σεῖς εἶσθε σήμερον ζηλωταί.
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Ἀπέδειξα δέ, ὅτι εἶχα ζῆλον διὰ τὸν Θεὸν καὶ τὸν νόμον. Πράγματι· ἐγὼ εἶμαι, ποὺ κατεδίωξα τὴν πίστιν καὶ τὸν δρόμον αὐτὸν τῆς χριστιανικῆς ζωῆς μέχρι θανάτου, καὶ ἔδενα μὲ ἁλύσεις τοὺς ὀπαδούς της καὶ παρέδιδα εἰς φυλακὰς ἄνδρας καὶ γυναῖκας,
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
καθὼς μαρτυροῦν δι’ ὅσα λέγω καὶ ὁ ἀρχιερεὺς καὶ ὅλον τὸ συνέδριον τῶν Ἰουδαίων. Αὐτοὶ μαρτυροῦν, ὅτι ἀφοῦ ἔλαβον ἀπὸ αὐτοὺς καὶ συστατικὰς ἐπιστολὰς πρὸς τοὺς ἀδελφοὺς Ἰουδαίους τῆς Δαμασκοῦ, ἐπήγαινα μὲ τὸν σκοπὸν νὰ φέρω καὶ τοὺς ἐκεῖ εὐρισκομένους Χριστιανοὺς δεμένους εἰς Ἱερουσαλὴμ διὰ νὰ τιμωρηθοῦν.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
Ἐνῷ δὲ ἐπήγαινα καὶ ἐπλησίαζα εἰς τὴν Δαμασκόν, κατὰ τὸ μεσημέρι, ἔξαφνα καὶ χωρὶς νὰ τὸ περιμένω, μοῦ συνέβη νὰ ἀστράψῃ γύρω μου φῶς πολὺ ἀπὸ τὸν οὐρανόν.
7 ἔπεσόν τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
Καὶ ἀπὸ τὴν λάμψιν ἔπεσα χάμω εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνήν, ποὺ μοῦ ἔλεγε· Σαούλ, Σαούλ, διατὶ μὲ καταδιώκεις;
8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, Κύριε; εἶπέ τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις.
Ἐγὼ δὲ ἀπεκρίθην· Ποῖος εἶσαι, Κύριε; Καὶ μοῦ εἶπεν· Ἐγὼ εἶμαι Ἰησοῦς ὁ Ναζωραῖος, τὸν ὁποῖον σὺ καταδιώκεις ἐν τῷ προσώπῳ τῶν ὀπαδῶν μου.
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Αὐτοὶ δὲ ποὺ ἦσαν μαζί μου, εἶδαν μὲν τὸ φῶς, χωρὶς νὰ διακρίνουν τὸ πρόσωπον ποὺ ὡμίλει, καὶ κατελήφθησαν ἀπὸ φόβον, τὴν φωνὴν ὅμως ἐκείνου, ποὺ ὡμίλει, δὲν τὴν ἤκουσαν, ἀλλὰ μόνον μία βοὴ ἠκούσθη ἀπὸ αὐτούς, ἀπὸ τὴν ὁποίαν δὲν ἠμπόρεσαν νὰ ξεχωρίσουν τὰς λέξεις.
10 εἶπον δέ· τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπε πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Ἐγὼ δὲ εἶπον τότε· Τί νὰ κάμω, Κύριε; Ὁ δὲ Κύριός μου εἶπε· Σήκω καὶ πήγαινε εἰς τὴν Δαμασκὸν καὶ ἐκεῖ θὰ σοῦ δοθοῦν ὁδηγίαι δι’ ὅλα, ὅσα ἔχουν ὁρισθῇ διὰ σὲ ἀπὸ τὸν Θεὸν καὶ τὰ ὁποῖα πρέπει νὰ κάμῃς.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Ἐφ’ ὅσον δὲ δὲν ἠμποροῦσα νὰ ἴδω ἕνεκα τῆς ἀμαυρώσεως, ποὺ ἔπαθα ἀπὸ τὴν λάμψιν τοῦ φωτὸς ἐκείνου, ἦλθον εἰς τὴν Δαμασκὸν ὁδηγούμενος μὲ τὸ χέρι ἀπὸ ἐκείνους, ποὺ ἦσαν μαζί μου.
12 Ἀνανίας δέ τις, ἀνὴρ εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἐν Δαμασκῷ Ἰουδαίων,
Κάποιος Ἀνανίας δέ, ἄνθρωπος, ποὺ σύμφωνα μὲ τὸν νόμον ἦτο εὐλαβῆς καὶ ἐμαρτυρεῖτο ὡς τοιοῦτος ἀπὸ ὅλους τοὺς κατοικοῦντας εἰς τὴν Δαμασκὸν Ἰουδαίους,
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέ μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
ἦλθε πρὸς ἐμὲ καὶ ἐστάθη πλησίον μου καὶ εἶπε· Σαούλ, ἀδελφέ, κύτταξε ἐπάνω πρὸς ἐμέ. Καὶ ἐγὼ κατὰ τὴν ἰδίαν στιγμὴν μὲ ὑγιεῖς πλέον ὀφθαλμοὺς τὸν ἐκύτταξα.
14 ὁ δὲ εἶπεν· ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
Αὐτὸς δὲ εἶπεν· Ὁ Θεὸς τῶν πατέρων μας σὲ ἐξέλεξε καὶ σὲ προώρισε νὰ γνωρίσῃς τὸ θέλημά του καὶ σὲ ἠξίωσε νὰ ἴδῃς ἐμφανιζόμενον εἰς σὲ τὸν δίκαιον Ἰησοῦν καὶ νὰ ἀκούσῃς φωνὴν ἀπὸ τὸ στόμα του.
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Σὲ ἠξίωσε δὲ νὰ ἴδῃς καὶ νὰ ἀκούσῃς τὸν Ἰησοῦν, διότι θὰ εἶσαι μάρτυς αὐτοῦ πρὸς ὅλους τοὺς ἀνθρώπους, μάρτυς ἐκείνων, τὰ ὁποῖα εἶδες καὶ ἤκουσες.
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου.
Καὶ τώρα διατὶ βραδύνεις; Σήκω καὶ βαπτίσου καὶ λούσου ἀπὸ τὰς ἁμαρτίας σου. Θὰ λουσθῇς δὲ καὶ θὰ καθαρισθῇς ἀπὸ τὰς ἁμαρτίας σου, ὅταν μαζὶ μὲ τὸ βάπτισμα ἐπικαλεσθῇς ὡς Μεσσίαν καὶ Κύριον αὐτόν, ποὺ εἶδες καὶ ἤκουσες.
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι·
Ὅταν δὲ κατόπιν ἐπέστρεψα εἰς Ἱερουσαλὴμ καὶ εἰς ὤραν, ποὺ προσηυχόμην εἰς τὸ ἱερόν, μοῦ συνέβη νὰ περιέλθω εἰς ἔκστασιν, εἰς κατάστασιν δηλαδή, ποὺ αἱ αἰσθήσεις τοῦ σώματός μου ἔπαυσαν νὰ ἐνεργοῦν καὶ ἀπεξενώθην ἀπὸ τὸν ὑλικὸν κόσμον, ὁ νοῦς μου ὅμως καὶ ἡ ψυχή μου ἔβλεπον καὶ ἀντελαμβάνοντο καὶ ἦσαν ἐκτάκτως διαυγεῖς. Εἰς τὴν κατάστασιν αὐτήν, τὸν εἶδον νὰ μοῦ λέγῃ·
18 σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ.
Σπεῦσε καὶ φύγε γρήγορα ἀπὸ τὴν Ἱερουσαλήμ, διότι δὲν θὰ παραδεχθοῦν τὴν μαρτυρίαν, ποὺ θὰ δίδῃς δι’ ἐμέ.
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Καὶ ἐγὼ εἶπα· Κύριε, γνωρίζουν καλὰ αὐτοὶ οἱ ἴδιοι, ὅτι ἐγὼ ἐπὶ καιρὸν πολὺν ἐφυλάκιζα καὶ ἔδερνα ἀπὸ τὴν μίαν συναγωγὴν εἰς τὴν ἄλλην ἐκείνους, ποὺ ἐπίστευον εἰς σέ.
20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Καὶ ὅταν ἐχύνετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ ἐγὼ ὁ ἴδιος ἤμην τότε παρὼν καὶ εὐχαριστούμην διὰ τὸν φόνον του καὶ ἐπεδοκίμαζα αὐτὸν καὶ ἐφύλαττον τὰ ἐνδύματά ἑκείνων, ποὺ τὸν ἐφόνευαν.
21 καὶ εἶπε πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Καὶ μοῦ εἶπεν εἰς ἀπάντησιν ὁ Κύριος· Πήγαινε, διότι ἐγὼ θὰ σὲ στείλω εἰς ἔθνη μακράν.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
Τὸν ἤκουον δὲ οἱ Ἰουδαῖοι ἕως τὸ σημεῖον αὐτὸ τοῦ λόγου. Δὲν ἠμποροῦσαν ὅμως νὰ ἀκούσουν ὅτι τὰ ἔθνη θὰ ἀπελάμβανον τὰ προνόμια τῶν Ἰσραηλιτῶν. Δι’ αὐτό, ὅταν εἶπεν ὁ Παῦλος τὴν φράσιν θὰ σὲ στείλω εἰς ἔθνη μακράν, ἐσήκωσαν τὴν φωνήν τους λέγοντες· Ἕνα τέτοιο ὑποκείμενον σήκωσέ το καὶ ἀφάνισό το ἀπὸ τὴν γῆν, διότι αὐτὸς δὲν θὰ ἔπρεπε νὰ ζῇ.
23 κραυγαζόντων δὲ αὐτῶν καὶ ριπτόντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Ἐπειδὴ δὲ αὐτοὶ ἐφώναζαν δυνατὰ καὶ ἔρριπταν ἐπάνω τὰ ρούχα των καὶ ἐπετοῦσαν σκόνην εἰς τὸν ἀέρα,
24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῶ.
διέταξεν ὁ χιλίαρχος νὰ ὁδηγηθῇ ὁ Παῦλος εἰς τὸ στρατόπεδον. Καὶ συγχρόνως εἶπε νὰ τὸν ἀνακρίνουν χρησιμοποιοῦντες καὶ μαστίγωσιν κατὰ τὴν ἀνάκρισιν, ὥστε νὰ ἀναγκασθῇ οὗτος νὰ προβῇ εἰς ὁμολογίας, ἀπὸ τὰς ὁποίας θὰ ἐμάνθανεν ὁ χιλίαρχος τὴν αἰτίαν, διὰ τὴν ὁποίαν οἱ Ἰουδαῖοι ἐφώναζαν ἔτσι ἐνάντιόν του.
25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ρωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Ὅταν ὅμως τὸν ἔδεσαν μὲ δερμάτινα λουριὰ καὶ τὸν ἐτέντωναν γυμνὸν ἐπὶ τῆς σανίδος διὰ νὰ τὸν δείρουν, εἶπεν ὁ Παῦλος πρὸς τὸν ἑκατόνταρχον, ποὺ ἐστέκετο ἐκεῖ· Σᾶς ἐπιτρέπεται ἄραγε νὰ μαστιγώνετε ἄνθρωπον πολίτην Ρωμαῖον καὶ μάλιστα χωρὶς οὗτος νὰ ὑποβληθῇ προηγουμένως εἰς δίκην καὶ νὰ κριθῇ;
26 ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων· ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ρωμαῖός ἐστι.
Ὅταν δὲ ὁ ἑκατόνταρχος ἤκουσε τοῦτο, ἐπλησίασε καὶ ἀνέφερεν εἰς τὸν χιλίαρχον λέγων· Πρόσεξε, τί πρόκειται νὰ κάμῃς· διότι ὁ ἄνθρωπος αὐτὸς εἶναι Ρωμαῖος πολίτης.
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι εἰ σὺ Ρωμαῖος εἶ. ὁ δὲ ἔφη· ναί.
Πλησιάσας δὲ τότε ὁ χιλίαρχος εἶπε εἰς τὸν Παῦλον· Λέγε μου, ἐὰν πράγματι σὺ εἶσαι Ρωμαῖος πολίτης. Ὁ δὲ Παῦλος εἶπε· ναί.
28 ἀπεκρίθη τε ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι.
Καὶ ὁ χιλίαρχος ἀπεκρίθη· Ἐγὼ ἐξώδευσα πολλὰ χρήματα καὶ ἀπέκτησα τὸ δικαίωμα τοῦτο τοῦ Ρωμαίου πολίτου. Ὁ Παῦλος δὲ εἶπεν· Ἐγὼ ὅμως δὲν εἶμαι μόνον, ἀλλὰ καὶ ἔχω γεννηθῆ Ρωμαῖος πολίτης, διότι καὶ ὁ πατήρ μου ἦτο τοιοῦτος.
29 εὐθέως οὖν ἀπέστησαν ἀπ᾿ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ρωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.
Ἀμέσως λοιπὸν ἀπεμακρύνθησαν ἀπὸ τὸν Παῦλον ἐκεῖνοι, ποὺ ἔμελλον νὰ τὸν ἀνακρίνουν. Ἀλλὰ καὶ ὁ χιλίαρχος ἐφοβήθη, ὅταν ἔμαθεν ὅτι εἶναι Ρωμαῖος πολίτης. Ἐφοβήθη δὲ καὶ διότι τὸν εἶχε δέσει.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
Τὴν ἄλλην δὲ ἡμέραν ὁ χιλίαρχος, ἐπειδὴ ἤθελε νὰ μάθῃ μετὰ βεβαιότητος, τί ἦτο ἐκεῖνο, διὰ τὸ ὁποῖον κατηγορεῖτο ὁ Παῦλος ἀπὸ τοὺς Ἰουδαίους, τὸν ἔλυσεν ἀπὸ τὰς ἁλύσεις, μὲ τὰς ὁποίας ἦτο δεμένος, καὶ διέταξε νὰ ἔλθουν οἱ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριόν των. Καὶ ἀφοῦ κατέβασεν ἀπὸ τὸ στρατόπεδον τὸν Παῦλον, τὸν ἔβαλε νὰ σταθῇ ὄρθιος ἐνώπιον αὐτῶν.
Ερμηνεία Π. Τρεμπέλα