ελ
Καινή Διαθήκη
1 ΩΣ δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ρόδον, κἀκεῖθεν εἰς Πάταρα.
Ότε δὲ ἀποσπασθέντες μὲ δυσκολίαν ἀπὸ αὐτοὺς συνέβη νὰ ἀποπλεύσωμεν, ἐπλεύσαμεν κατ’ εὐθεῖαν καὶ ἤλθομεν εἰς τὴν νῆσον Κῶ, τὴν ἄλλην δὲ ἡμέραν εἰς τὴν Ρόδον, καὶ ἀπὸ ἐκεῖ εἰς Πάταρα.
2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
Καὶ ἀφοῦ εὕρομεν ἐκεῖ πλοῖον, τὸ ὁποῖον ἐπρόκειτο νὰ διαπεράσῃ εἰς τὴν Φοινίκην, ἐπεβιβάσθημεν εἰς αὐτὸ καὶ ἀπεπλεύσαμεν.
3 ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
Ἀφοῦ δὲ ἐπροχωρήσαμεν τόσον, ὥστε νὰ ἀναφανῇ ἡ Κύπρος καὶ ἀφήκαμεν αὐτὴν εἰς τὰ ἀριστερά μας, ἐπλέομεν πρὸς τὴν Συρίαν καὶ ἀράξαμεν εἰς τὴν Τύρον. Διότι ἐκεῖ ἐπρόκειτο νὰ ξεφορτώσῃ τὸ πλοῖον τὸ φορτίον τῶν ἐμπορευμάτων, ποὺ ἔφερε.
4 καὶ ἀνευρόντες τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα.
Καὶ ἀφοῦ ἀνεζητήσαμεν καὶ εὕρομεν τοὺς ἐκεῖ ἐγκατεστημενους Χριστιανούς, ἐμείναμεν αὐτόθι ἡμέρας ἑπτά. Καὶ οἱ Χριστιανοὶ οὗτοι τῆς Τύρου, ὁδηγούμενοι περὶ τῶν μελλόντων νὰ συμβοῦν εἰς τὸν Παῦλον ἀπὸ προφητείαν τοῦ Ἁγίου Πνεύματος, ἔλεγον εἰς αὐτὸν νὰ μὴ ἀνέλθῃ εἰς Ἱεροσόλυμα, διότι θὰ τὸν εὔρισκαν ἐκεῖ μεγάλοι πειρασμοί.
5 ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα,
Ὅταν δὲ συνέβη νὰ συμπληρώσωμεν τὰς ἑπτὰ ἡμέρας, ἀφοῦ ἐβγήκαμεν ἀπὸ τὴν οἰκίαν, ποὺ ἐφιλοξενούμεθα, ἐπηγαίναμεν εἰς τὴν παραλίαν καὶ ἐκεῖνοι ὅλοι μὲ τὰς γυναῖκας καὶ τὰ τέκνα των μᾶς κατευώδωναν καὶ μᾶς συνώδευσαν ἕως ἔξω ἀπὸ τὴν πόλιν. Καὶ ἐκεῖ εἰς τὴν ἀκρογιαλιὰν ἐγονατίσαμεν καὶ προσηυχήθημεν.
6 καὶ ἀσπασάμενοι ἀλλήλους ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
Καὶ ἀφοῦ ἀπεχαιρετίσθημεν μεταξὺ μας, ἐπεβιβάσθημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ἐπέστρεψαν εἰς τὰς κατοικίας των.
7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς.
Ἡμεῖς δὲ ἀφοῦ ἐτελειώσαμεν τὸ θαλάσσιον ταξίδιον, ἐφθάσαμεν ἀπὸ τὴν Τύρον εἰς τὴν Πτολεμαΐδα καὶ ἀφοῦ ἠσπάσθημεν ἐκεῖ τοὺς ἀδελφούς, ἐμείναμεν πλησίον των μίαν ἡμέραν.
8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ.
Τὴν ἄλλην δὲ ἡμέραν ἐφύγαμεν ἀπὸ τὴν Πτολεμαΐδα καὶ ἤλθομεν εἰς τὴν Καισάρειαν, καὶ ἀφοῦ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ εὐαγγελιστοῦ Φιλίππου, ὁ ὁποῖος ἦτο ἕνας ἀπὸ τοὺς ἑπτά, ποὺ εἶχαν χειροτονηθῇ βοηθοὶ τῶν Ἀποστόλων εἰς τὰς τραπέζας, ἐμείναμεν πλησίον του.
9 τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
Εἶχε δὲ οὗτος τέσσαρας θυγατέρας παρθένους, αἱ ὁποῖαι ἐπροφήτευον.
10 ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος,
Ἐνῷ δὲ ἡμεῖς ἐμείναμεν εἰς Καισάρειαν περισσοτέρας ἡμέρας, κατέβη ἀπὸ τὴν Ἰουδαίαν κάποιος προφήτης, ποὺ ἐλέγετο Ἄγαβος.
11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· τάδε λέγει τὸ Πνεῦμα τὸ Ἃγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
Καὶ ἀφοῦ ἦλθεν οὗτος πρὸς ἐπίσκεψίν μας, ἐπῆρε τὴν ζώνην τοῦ Παύλου καὶ ἔδεσε μὲ αὐτὴν τοὺς πόδας καὶ τὰς χεῖρας του καὶ εἶπεν· Αὐτὰ λέγει τὸ Ἅγιον Πνεῦμα: Τὸν ἄνδρα, εἰς τὸν ὁποῖον ἀνήκει η ζώνη αὕτη, θὰ τὸν δέσουν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι ἔτσι, ὅπως εἶμαι τώρα δεμένος ἐγώ, καὶ θὰ τὸν παραδώσουν εἰς τὰς χεῖρας τῶν ἐθνικῶν Ρωμαίων.
12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
Ὅταν δὲ ἠκούσαμεν αὐτά, παρεκαλοῦμεν μὲ δάκρυα καὶ ἡμεῖς καὶ οἱ ἐντόπιοι Καισαρεῖς τὸν Παῦλον νὰ μὴ ἀναβῇ εἰς Ἱερουσαλήμ.
13 ἀπεκρίθη τε ὁ Παῦλος· τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
Ἀπεκρίθη δὲ τότε ὁ Παῦλος· Διατὶ κλαίετε καὶ μὲ τὰ δάκρυά σας μοῦ συντρίβετε τὴν καρδίαν; Δὲν πρόκειται νὰ ἐπιτύχετε τίποτε μὲ τοὺς κλαυθμούς σας. Διότι ἐγὼ εἶμαι ἔτοιμος ὄχι μόνον νὰ δεθῶ, ἄλλα καὶ νὰ ἀποθάνω εἰς Ἱεροσόλυμα διὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· τὸ θέλημα τοῦ Κυρίου γινέσθω.
Ἐπειδὴ δὲ ὁ Παῦλος δὲν ἐπείθετο, ἐσιωπήσαμεν καὶ εἰρηνεύσαμεν εἰπόντες· Ἂς γίνῃ τὸ θέλημα τοῦ Κυρίου.
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ·
Ὕστερον δὲ ἀπὸ τὰς ἡμέρας αὐτάς, ἀφοῦ ἡτοιμάσαμεν τὰ ἀναγκαῖα διὰ τὸ ταξίδιόν μας, ἐξεκινήσαμε διὰ τὴν Ἱερουσαλήμ.
16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
Ἦλθαν δὲ μαζί μας καὶ μερικοὶ ἀπὸ τοὺς Χριστιανοὺς τῆς Καισαρείας, οἰ ὁποῖοι, ὅταν ἐν τῷ μεταξὺ ἐσταθμεύσαμεν εἰς χωρίον τι, μᾶς ὠδήγησαν εἰς κάποιον Μνάσωνα, Κύπριον, παλαιὸν μαθητήν, διὰ νὰ φιλοξενηθῶμεν εἰς τὴν οἰκίαν του.
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
Ὅταν δὲ ἐφθάσαμεν εἰς Ἱεροσόλυμα, μᾶς ἐδέχθησαν οἱ ἀδελφοὶ μετὰ χαρᾶς.
18 τῇ δὲ ἐπιούσῃ εἰσῃ£ει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
Τὴν ἄλλην δὲ ἡμέραν εἰσῆλθεν ὁ Παῦλος μαζὶ μὲ ἡμᾶς εἰς τὴν οἰκίαν τοῦ Ἰακώβου πρὸς συνάντησίν του καὶ ἦλθον ἐκεῖ καὶ ὅλοι οἱ πρεσβύτεροι.
19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεός ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
Καὶ ἀφοῦ τοὺς ἠσπάσθη, ἐξέθεσε καὶ συγχρόνως ἐξήγησεν ἓν πρὸς ἓν ἐκεῖνα, τὰ ὁποῖα ἐποίησεν ὁ Θεὸς μεταξὺ τῶν ἐθνῶν διὰ τῆς ἀποστολικῆς του διακονίας καὶ δράσεως.
20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι.
Οὗτοι δέ, ὅταν ἤκουσαν τὴν ἔκθεσιν αὐτήν, ἐδόξαζον τὸν Κύριον δι’ ὅσα εἶχον κατορθωθῇ, καὶ εἶπον πρὸς αὐτόν· Βλέπεις, ἀδελφέ, πόσον μεγάλος εἶναι ὁ ἀριθμὸς τῶν Ἰουδαίων, ποὺ ἔχουν πιστεύσει εἰς τὸν Κύριον. Καὶ ὅλοι αὐτοὶ μετὰ ζήλου ὑπερασπίζονται τὸ κῦρος τοῦ νόμου.
21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
Ἐπληροφορήθησαν δὲ καὶ ἐσχημάτισαν τὴν πεποίθησιν διὰ σέ, ὅτι διδάσκεις ὅλους τοὺς Ἰουδαίους, ποὺ εἶναι διεσπαρμένοι καὶ ἐγκατεστημένοι μεταξὺ τῶν ἐθνικῶν, νὰ ἀποστατήσουν ἀπὸ τὸν Μωσαϊκὸν νόμον, λέγων εἰς αὐτοὺς νὰ μὴ περιτέμνουν τὰ τέκνα των, οὔτε νὰ πολιτεύωνται σύμφωνα μὲ τὰ ἱερὰ ἔθιμα τῶν Ἰουδαίων.
22 τί οὖν ἐστι; πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
Τί πρέπει λοιπὸν νὰ γίνῃ τώρα; Ἓν πάσῃ περιπτώσει θὰ συναχθῇ πλῆθος Χριστιανῶν ἐξ Ἰουδαίων, διότι θὰ ἀκούσουν ὅτι ἦλθες. Καὶ τὸ πλῆθος αὐτὸ πρέπει νὰ τὸ ἰκανοποίησῃς καὶ νὰ διασκεδάσῃς ἀπὸ αὐτὸ τὰς κακὰς αὐτὰς ὑπονοίας, ποὺ ἔχουν διὰ σέ.
23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν·
Κάμε λοιπὸν αὐτὸ, ποὺ σοῦ λέγομεν. Ἔχομεν τέσσαρας ἄνδρας, ποὺ ἔχουν τάξιμον ἐπὶ τοῦ ἑαυτοῦ των καὶ διατηροῦν τὰς τρίχας τῆς κεφαλῆς των διὰ νὰ τὰς ἀφιερώσουν εἰς τὸ θυσιαστήριον καὶ ἐγκρατεύονται, ὅπως ὁρίζει ὁ νόμος περὶ ναζιραίων.
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.
Ἀφοῦ παραλάβῃς μαζί σου τούτους, κάμε καὶ σὺ μαζὶ μὲ αὐτοὺς τοὺς ὡρισμένους ὑπὸ τοῦ νόμου ἁγνισμοὺς καὶ πλήρωσε δι’ αὐτοὺς τὰς δαπάνας, ποὺ θὰ χρειασθοῦν διὰ τὰς θυσίας, αἱ ὁποῖαι πρέπει νὰ γίνουν, διὰ νὰ ξυρίσουν οἱ ἄνθρωποι αὐτοὶ τὰς κεφαλὰς των. Κάμε αύτό, καὶ θὰ μάθουν τότε ὅλοι, ὅτι ἐκεῖνα, ποὺ ἔχουν πληροφορηθῆ διὰ σέ, εἶναι ἀνυπόστατα, καὶ ὅτι καὶ σὺ βαδίζεις καὶ συμπεριφέρεσαι φυλάττων τὸν μωσαϊκὸν νόμον.
25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
Ὅσον δ’ ἀφορᾷ τοὺς ἐθνικούς, ποὺ ἔχουν πιστεύσει, ἡμεῖς οἱ ἴδιοι ἐστείλαμεν ἐπιστολήν, ἀφοῦ ἐλάβομεν ἀπόφασιν νὰ μὴ φυλάττουν αὐτοὶ τίποτε ἀπὸ τὰς τυπικὰς αὐτὰς καὶ τελετουργικὰς διατάξεις τοῦ νόμου, ὅπως εἶναι καὶ αἱ περὶ ναζιραίων εὐχαί, παρὰ μόνον νὰ προφυλάσσωνται αὐτοὶ ἀπὸ τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν καὶ τὴν πορνείαν.
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῃ£ει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
Τότε ὁ Παῦλος, ἀφοῦ παρέλαβε τὴν ἑπομένην ἡμέραν τοὺς τέσσαρας δνδρας, εἰσῆλθεν εἰς τὸ ἱερὸν καὶ ὑπεβλήθη μαζὶ μὲ αὐτοὺς εἰς τοὺς διατεταγμένους ἁγνισμούς, καὶ ἔκαμεν εἰς πάντας τοὺς ἐν τῷ ναῷ τὴν συνηθισμένην διακήρυξιν περὶ τοῦ χρόνου, κατὰ τὸν ὁποῖον συνεπληροῦντο αἱ ἡμέραι τοῦ ἁγνισμοῦ καὶ καθαρισμοῦ, ἕως ὅτου προσεφέρθη ἡ καθωρισμένη θυσία δι’ ἕνα ἕκαστον ἐξ αὐτῶν.
27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτὸν
Ὅταν δὲ ἐπρόκειτο νὰ συμπληρωθοῦν αἱ ἑπτὰ ἡμέραι, ποὺ παρενέπιπτον ἀπὸ τὴν διακήρυξιν μέχρι τῆς τελικῆς εὐχῆς καὶ καθάρσεως, οἱ ἐκ τῆς Ἀσίας Ἰουδαῖοι ἰδόντες καὶ ἀναγνωρίσαντες τὸν Παῦλον ἐν τῷ ἱερῷ συνετάραξαν καὶ ἐξεσήκωσαν ὅλον τὸ πλῆθος καὶ ἔβαλον τὰς χεῖρας ἐπ’ αὐτοῦ
28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἓλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον·
φωνάζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθᾶτε. Αὐτὸς εἶναι ὁ ἄνθρωπος, ποὺ διδάσκει ὅλους εἰς ὅλα τὰ μέρη ἐναντίον τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ ἐναντίον τοῦ νόμου καὶ τοῦ τόπου αὐτοῦ τοῦ ἱεροῦ. Ἀκόμη δὲ καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ ἐμόλυνε τὸν ἅγιον τόπον τοῦτον.
29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
Ἔλεγον δὲ τὸ τελευταῖον αὐτό, διότι εἶχον ἴδει προτήτερα μαζί του εἰς τὴν πόλιν τὸν Τρόφιμον τὸν Ἐφέσιον, περὶ τοῦ ὁποίου πεπλανημένως ἐνόμιζον, ὅτι τὸν εἰσήγαγεν ὁ Παῦλος εἰς τὸ ἱερόν.
30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
Καὶ ἐταράχθη ὅλη ἡ πόλις καὶ ἔγινε συρροὴ τοῦ λαοῦ, καὶ ἀφοῦ συνέλαβον τὸν Παῦλον, τὸν ἔσυραν ἔξω ἀπὸ τὸ ἱερόν, καὶ ἐκλείσθησαν ἀμέσως αἱ θύραι, διὰ νὰ μὴ ἔμβῃ πάλιν ὁ Παῦλος εἰς τὸ ἱερὸν καὶ βεβηλωθῇ ὁ ἱερὸς τόπος ἀπὸ τὸ αἷμα του.
31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·
Ἐνῷ δὲ ἐκεῖνοι ἐζήτουν διὰ κτυπημάτων νὰ τὸν φονεύσουν, ἦλθε μήνυμα εἰς τὸν χιλίαρχον τοῦ ρωμαϊκοῦ τάγματος, ὅτι ὁλόκληρος ἡ Ἱερουσαλὴμ εὑρίσκεται ἐν συγχύσει καὶ ταραχῇ.
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ᾿ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
Τὴν ἰδίαν δὲ στιγμὴν αὐτός, ἀφοῦ παρέλαβε στρατιώτας καὶ ἑκατοντάρχους, ἔτρεξε κάτω πρὸς αὐτούς. Ὅταν δὲ αὐτοὶ εἶδον τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἔπαυσαν νὰ κτυποῦν τὸν Παῦλον.
33 ἐγγίσας δὲ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς.
Τότε, ἀφοῦ ἐπλησίασεν ὁ χιλίαρχος, τὸν συνέλαβε καὶ διέταξε νὰ δεθοῦν αἱ χεῖρες του μὲ δύο ἁλύσεις, ὥστε τὸ ἕνα χέρι του νὰ εἶναι δεμένο μὲ τὸ χέρι ἑνὸς στρατιώτου καὶ τὸ ἄλλο χέρι μὲ τὸ χέρι ἄλλου στρατιώτου. Καὶ ἀφοῦ ἁλυσοδέθη ὁ Παῦλος, ἠρώτα ὁ χιλίαρχος τὸ πλῆθος, ποῖος νὰ ἦτο αὐτὸς καὶ τί εἶχε πράξει;
34 ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
Ἄλλοι δὲ ἄλλα ἐφώναζαν μέσα εἰς τὸ πλῆθος. Ἐπειδὴ δὲ ὁ χιλίαρχος δὲν ἠδύνατο ἕνεκα τοῦ θορύβου νὰ μάθῃ βέβαιόν τι, διέταξε νὰ ὁδηγηθῇ οὗτος εἰς τὸ μόνιμον στρατόπεδον τοῦ φρουρίου.
35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου·
Ὅταν δὲ ἦλθε εἰς τὰ σκαλοπάτια, ποὺ ὡδήγουν εἰς τὸ φρούριον, ἐξ αἰτίας τοῦ στριμώγματος τοῦ ὄχλου, ποὺ ὥρμησε κατὰ τοῦ Παύλου, ἠναγκάσθησαν οἱ στρατιῶται νὰ τὸν σηκώσουν εἰς τὰ χέρια των καὶ συνέβη οὕτω νὰ βαστάζεται ὁ Παῦλος ἀπὸ τοὺς στρατιώτας.
36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον· αἶρε αὐτόν.
Καὶ ἔγινεν αὐτό, διότι ἠκολούθει τὸ πλῆθος τοῦ λαοῦ καὶ ἐφώναζεν: Ἀφάνισέ τον ἀπὸ τὴν γῆν.
37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη· ἑλληνιστὶ γινώσκεις;
Καὶ ὅταν ὁ Παῦλος ἔμελλε να εἰσαχθῇ εἰς τὸ στρατόπεδον, λέγει εἰς τὸν χιλίαρχον ἑλληνιστί· Μοῦ ἐπιτρέπεται νὰ σο εἴπω κάτι; Ὁ χιλίαρχος δὲ εἶπε τότε· Γνωρίζεις λοιπὸν νὰ ὁμιλῇς εἰς τὴν ἑλληνικὴν γλῶσσαν;
38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
Περίεργον! Δὲν εἶσαι σὺ ὁ Αἰγύπτιος, ποὺ δὲν ἤξευρεν ἑλληνικά, καὶ ὁ ὁποῖος πρὸ τῶν ἡμερῶν αὐτῶν ἐξεσήκωσε καὶ ἔβγαλεν εἰς τὴν ἔρημον τοὺς τέσσαρας χιλιάδας ἄνδρας, ποὺ ἦσαν ὡπλισμένοι μὲ δολοφονικὰ ξιφίδια;
39 εἶπε δὲ ὁ Παῦλος· ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος Ταρσεύς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
Εἶπε δὲ ὁ Παῦλος· Ἐγὼ εἶμαι ἄνθρωπος Ἰουδαῖος, ἀπὸ τὴν Ταρσόν, πολίτης πόλεως τῆς Κιλικίας, ὄχι ἀσήμου ἀλλὰ ἐξακουστῆς. Σὲ παρακαλῶ, δός μου τὴν ἄδειαν νὰ ὁμιλήσω πρὸς τὸν λαόν.
40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησε τῇ ἑβραΐδι διαλέκτῳ λέγων·
Ἀφοῦ δὲ ἔδωκεν ὁ χιλίαρχος τὴν ἄδειαν, ὁ Παῦλος ἐστάθη εἰς τὰ σκαλοπάτια καὶ ἔκαμε σημεῖον διὰ τῆς χειρὸς πρὸς τὸν λαόν. Καὶ ὅταν ἔγινε πολλὴ σιωπὴ καὶ ἡσυχία, ὡμίλησε πρὸς αὐτοὺς εἰς τὴν ἑβραϊκὴν γλῶσσαν καὶ εἶπεν·
Ερμηνεία Π. Τρεμπέλα