ελ
Καινή Διαθήκη
1 ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας
Καθ’ ὃν χρόνον δὲ ὁ Ἀπολλὼς ἦτο εἰς τὴν Κόρινθον, ὁ Παῦλος, ἀφοῦ περιώδευσε τὰ βορειότερα καὶ ὑψηλότερα μέρη τῆς Μικρὰς Ἀσίας, συνέβη νὰ ἔλθῃ εἰς τὴν Ἔφεσον. Καὶ ὅταν εὗρεν ἐκεῖ κάποιους μαθητάς,
2 εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἃγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἃγιόν ἐστιν ἠκούσαμεν.
τοὺς εἶπεν· Ἐλάβετε τὰ ἔκτακτα χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ὅταν ἐπιστεύσατε; Αὐτοὶ δὲ τοῦ ἀπήντησαν· Ἀκόμη δὲν ἠκούσαμεν οὔτε ἐὰν ὑπάρχῃ μεταξὺ τῶν ἀνθρώπων ἐνεργοῦν καὶ μεταδίδουν χαρίσματα Πνεῦμα Ἅγιον.
3 εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν βαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα.
Καὶ τότε ὁ Παῦλος τοὺς εἶπε· Ποῖον λοιπὸν βάπτισμα ἐλάβατε καὶ εἰς τίνος τὸ ὄνομα ἐβαπτίσθητε; Αὐτοὶ δὲ εἶπον· Ἐβαπτίσθημεν εἰς τὸ βάπτισμα τοῦ Ἰωάννου.
4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν.
Εἶπε δὲ ὁ Παῦλος· Ὁ μὲν Ἰωάννης ἐβάπτισε βάπτισμα, ποὺ ὡδηγεῖ εἰς μετάνοιαν, χωρὶς ὅμως νὰ δίδῃ τοῦτο καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ προέτρεπεν ὁ Ἰωάννης τὸν λαὸν νὰ πιστεύσουν εἰς ἐκεῖνον, ὁ ὁποῖος ἤρχετο ὕστερα ἀπὸ αὐτόν, τουτέστιν εἰς τὸν Ἰησοὺν Χριστόν, ὁ ὁποῖος θὰ παρεῖχε τὴν ἄφεσιν καὶ τὴν σωτηρίαν.
5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
Ὅταν δὲ ἐκεῖνοι ἤκουσαν ταῦτα, ἐβαπτίσθησαν, ἀφοῦ ἐπίστευσαν εἰς τὸ ὅνομα τοῦ Κυρίου Ἰησοῦ καὶ ἐστήριξαν ὅλην τὴν ἐμπιστοσύνην καὶ ἐλπίδα των εἰς τὸ ἀξίωμά του ὡς Μεσσίου καὶ ὡς Λυτρωτοῦ καὶ ὡς Κυρίου.
6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἃγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
Καὶ ὅταν ὁ Παῦλος ἔθεσεν ἐπὶ τῶν κεφαλῶν των τὰς χεῖρας, ἦλθε τὸ Ἅγιον Πνεῦμα ἐπ’ αὐτῶν καὶ τοὺς μετέδωκε διπλὰ χαρίσματα, διότι ὡμίλουν εἰς διαφόρους γλώσσας, τὰς ὁποίας ὡς ξένας δὲν ἐγνώριζαν προτήτερα, συγχρόνως δὲ καὶ ἐπροφήτευον.
7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
Ἦσαν δὲ ὅλοι αὐτοὶ περίπου δώδεκα ἄνδρες.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Ἐν συνεχείᾳ δὲ ὁ Παῦλος ἀφοῦ εἰσῆλθεν εἰς τὴν συναγωγήν, ἐκήρυττε μετὰ θάρρους ἐπὶ μήνας τρεῖς συνδιαλεγόμενος μετὰ τῶν Ἰουδαίων καὶ προβάλλων πειστικὰς ἀποδείξεις περὶ τῶν ἀληθειῶν τῶν ἀναφερομένων εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, τὴν ὁποίαν ἐγκαθίδρυσεν ἐπὶ τῆς γῆς καὶ εἰς τὰς καρδίας τῶν πιστῶν ὁ Κύριος Ἰησοῦς.
9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.
Ἐπειδὴ δὲ μερικοὶ ἀπὸ τοὺς Ἰουδαίους ἐσκληρύνοντο καὶ δὲν ἐπίστευον, διαβάλλοντες καὶ βλασφημοῦντες ἐνώπιον τοῦ πλήθους τὴν πίστιν, διὰ τῆς ὁποίας ὡς διὰ δρόμου ἀσφαλοῦς ὁδηγεῖται ὁ ἄνθρωπος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀπεμακρύνθη ὁ Παῦλος ἀπὸ αὐτούς. Καὶ ἐξεχώρισε τοὺς πιστοὺς μαθητὰς ἀπὸ τοὺς ἄλλους, ποὺ δὲν εἶχον πιστεύσει. Καὶ ἀπὸ τότε συνδιελέγετο καὶ ἐκήρυττε καθ’ ἐκάστην ἡμέραν ἐν τῇ σχολῇ κάποιου, ποὺ ὠνομάζετο Τύραννος.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἓλληνας.
Ἡ διδασκαλία δὲ αὐτὴ εἰς τὴν σχολὴν τοῦ Τυράννου διήρκεσεν ἐπὶ δύο ἔτη, ὥστε ὅλοι ἐκεῖνοι, ποὺ κατοικοῦσαν εἰς τὴν ’Ἀσίαν, ἤκουσαν τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, καὶ οἱ Ἰουδαῖοι καὶ οἱ Ἕλληνες.
11 Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου,
Καὶ ὁ Θεὸς ἐνήργει διὰ μέσου τοῦ Παύλου θαύματα οὐχὶ συνήθη καὶ τυχαία.
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾿ αὐτῶν.
Καὶ ἦσαν τέτοια τὰ θαύματα, ὥστε ἔπαιρναν οἱ ἄνθρωποι μανδήλια ἢ περιζώματα καὶ ἐμπροσθέλλας, ποὺ εἶχε χρησιμοποιήσει ὁ Παῦλος καὶ εἶχε σφογγίσει μὲ αὐτὰ τὸν ἱδρῶτα του ἢ εἶχε καλύψει τὸ δέρμα του, καὶ τὰ ἔφεραν ἐπάνω εἰς τοὺς ἀρρώστους καὶ διὰ μόνης τῆς ἐπιθέσεως ταύτης ἀπεμακρύνοντο ἀπὸ αὐτοὺς αἱ ἀσθένειαι καὶ ἔβγαιναν ἐξ αὐτῶν τὰ πονηρὰ πνεύματα.
13 Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες· ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει.
Μερικοὶ δὲ ἀπὸ τοὺς Ἰουδαίους, ποὺ περιήρχοντο ἀπὸ τόπου εἰς τόπον καὶ ἐξεδίωκον τὰ δαιμόνια δι’ ἐξορκισμῶν, ἀπεπειράθησαν νὰ ἐπικαλεσθοῦν τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἐπὶ τῶν ἐχόντων τὰ πονηρὰ πνεύματα λέγοντες· Ἐπικαλούμενοι τὸ ὄνομα καὶ τὸν φόβον, ποὺ ἐμπνέει ἡ δύναμις τοῦ Ἰησοῦ, τὸν ὁποῖον κηρύττει ὁ Παῦλος, σᾶς ἐξορκίζομεν νὰ ἐξέλθετε ἀπὸ αὐτούς, ποὺ βασανίζετε.
14 ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες.
Ἦσαν δὲ κάποια παιδιὰ τοῦ Σκευά, Ἰουδαίου ἀρχιερέως, ἑπτὰ τὸν ἀριθμόν, αὐτοὶ ποὺ ἔπραττον τοῦτο.
15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπε· τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;
Ἀπεκρίθη δὲ τὸ πονηρὸν πνεῦμα καὶ εἶπε· Γνωρίζω τὸν Ἰησοῦν· ἡξεύρω καὶ τὸν Παῦλον. Σεῖς ὅμως ποῖοι εἶσθε;
16 καὶ ἐφαλλόμενος ἐπ᾿ αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, καὶ κατακυριεύσας αὐτῶν ἴσχυσε κατ᾿ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
Καὶ ἀφοῦ ἐπήδησε μὲ ὁρμὴν κατ’ αὐτῶν ὁ ἄνθρωπος, ἐντὸς τοῦ ὁποίου ἦτο τὸ πονηρὸν πνεῦμα, καὶ τοὺς κατέβαλε, ἐβιαιοπράγησε κατ’ αὐτῶν, ὥστε αὐτοὶ ἐξέφυγαν ἀπὸ τὸ σπίτι ἐκεῖνο τοῦ δαιμονισμένου γυμνοὶ καὶ τραυματισμένοι.
17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἓλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ·
Τοῦτο δὲ ἔγινε γνωστὸν εἰς ὅλους, καὶ Ἰουδαίους καὶ Ἕλληνας, ὅσοι κατοικοῦσαν εἰς τὴν Ἔφεσον, οἱ ὁποῖοι ὡμίλουν προτήτερα ἀνευλαβῶς ἢ ἀδιαφόρως περὶ τοῦ Παύλου καὶ τῆς διδασκαλίας του, καὶ ἐκυριεύθησαν ὅλοι αὐτοὶ ἀπὸ φόβον, καὶ ἐδοξάζετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καἰ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
Καὶ πολλοὶ ἀπὸ ἐκείνους, ποὺ εἶχαν πιστεύσει, ἤρχοντο καὶ ἐξωμολογοῦντο καὶ ἐγνωστοποίουν δημοσίᾳ τὰς κακάς των πράξεις.
19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
Ἀρκετοὶ δὲ ἀπὸ ἐκείνους, ποὺ ἤσκησαν τὰς μαγικὰς τέχνας, ἀφοῦ ἔφεραν μαζὶ τὰ μαγικὰ βιβλία, ἔκαιον ταῦτα ἐμπρὸς εἰς ὅλους. Καὶ συνυπολόγισαν τὰς τιμάς, εἰς τὰς ὁποίας εἶχον ἀγορασθῇ τὰ καέντα ταῦτα βιβλία, καὶ εὗρον συνολικὸν ποσὸν τῆς ἀξίας τῶν πεντήκοντα χιλιάδας ἀργυρῶν νομισμάτων, ἤτοι περίπου τριάκοντα πέντε χιλιάδας χρυσᾶς δραχμάς.
20 Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.
Ἔτσι ὁ λόγος τοῦ Κυρίου διεδίδετο μὲ μεγάλην δύναμιν καὶ ἤσκει ἰσχυρὰν ἐπίδρασιν.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ρώμην ἰδεῖν.
Ἀφοῦ δὲ συνετελέσθησαν ταῦτα, ἔβαλεν εἰς τὸν νοῦν του ὁ Παῦλος νὰ περιοδεύσῃ πρῶτον εἰς τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν καὶ νὰ πορευθῇ ἔπειτα εἰς τὴν Ἱερουσαλὴμ καὶ προσέθεσεν ὅτι, ἀφοῦ ὑπάγω εἰς τὰ Ἱεροσόλυμα, πρέπει ἐγὼ νὰ ἴδω καὶ τὴν Ρώμην.
22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.
Ἀφοῦ δὲ ἀπέστειλεν εἰς Μακεδονίαν δύο ἀπὸ ἐκείνους, ποὺ τὸν ὑπηρέτουν καὶ τὸν ἐβοήθουν εἰς τὸ ἀποστολικόν του ἔργον, τὸν Τιμόθεον δηλαδὴ καὶ τὸν Ἔραστον, αὐτὸς παρέμεινεν ἐπ’ ὀλίγον ἀκόμη χρόνον εἰς τὴν Ἀσίαν.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
Ἔγινε δὲ κατὰ τὸν χρόνον ἐκεῖνον ὄχι ὀλίγη ταραχὴ περὶ τῆς χριστιανικῆς πίστεως καὶ ζωῆς, τὴν ὁποίαν ὁ Κύριος μᾶς ἀπεκάλυψεν ὡς δρόμον ἀσφαλῆ ὁδηγοῦντο εἰς τὴν σωτηρίαν.
24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην·
Ἔγινε δὲ ἡ ταραχὴ αὐτή, διότι κάποιος, ποὺ ὠνομάζετο Δημήτριος, ὁ ὁποῖος κατειργάζετο τὸν ἄργυρον καὶ κατεσκεύαζε μικροὺς ναοὺς ἀσημένιους, ὁμοιώματα τοῦ ναοῦ τῆς Ἐφεσίας Ἀρτέμιδος, παρεῖχεν ὄχι μικρὰ κέρδη εἰς τοὺς τεχνίτας, ποὺ εἰργάζοντο τὸ ἐπάγγελμα αὐτό.
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι,
Ἐμάζευσε λοιπὸν τούτους, καθὼς καὶ τοὺς ἐργάτας, ποὺ ἠσχολοῦντο εἰς τέτοια ἔργα καὶ εἶπεν· Ἄνδρες, γνωρίζετε, ὅτι ἀπὸ τὸ ἐπάγγελμα αὐτὸ βγαίνει τὸ πλούσιον εἰσόδημά μας.
26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
Καὶ βλέπετε οἱ ἴδιοι, ἀλλὰ καὶ ἀκούετε νὰ λέγουν οἱ ἄλλοι, ὅτι πλῆθος ἀρκετόν, ὄχι μόνον ἀπὸ τὴν Ἔφεσον, ἀλλὰ καὶ ἀπὸ ὅλην σχεδὸν τὴν Ἀσίαν, τὸ μετέστρεψε μὲ λόγους πειστικοὺς αὐτὸς ὁ Παῦλος, λέγων ὅτι οἱ θέοι, ποὺ κατασκευάζονται ἀπὸ χεῖρας ἀνθρώπων, δὲν εἶναι ἀληθινοὶ θέοι.
27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
Δὲν κινδυνεύει δὲ μόνον τὸ ἐπάγγελμά μας αὐτὸ νὰ καταντήσῃ ἐπὶ ζημίᾳ ἡμῶν εἰς παρακμὴν καὶ καταφρόνησιν, ἀλλὰ καὶ ὁ ναὸς τῆς μεγάλης θέας Ἀρτέμιδος κινδυνεύει νὰ μὴ λογαριάζεται πλέον για τίποτε καὶ μέλλει νὰ καθαιρεθῇ ἡ μεγαλειότης αὐτῆς, τὴν ὁποίαν ὁλόκληρος ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
Ὅταν δὲ ἤκουσαν ἐκεῖνοι τοὺς λόγους τούτους, ἔγιναν γεμᾶτοι ἀπὸ θυμὸν καὶ ἐφώναζαν λέγοντες· Εἶναι μεγάλη ἡ Ἄρτεμις τῶν Ἐφεσίων.
29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
Καὶ ἐγέμισεν ὁλόκληρος ἡ πόλις ἀπὸ τὸν θόρυβον καὶ τὴν ταραχήν, ποὺ ἐπροκάλεσαν οὗτοι, καὶ ὥρμησεν ὁ λαὸς μὲ μίαν γνώμην εἰς τὸ θέατρον, ἀφοῦ ἥρπασαν μαζὶ τὸν Γάϊον καὶ τὸν Ἀρίσταρχον, Μακεδόνας συνοδοιπόρους τοῦ Παύλου.
30 τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
Ὅταν δὲ ὁ Παῦλος ἐξεδήλωσε τὴν θέλησιν νὰ εἰσέλθῃ εἰς τὴν συνέλευσιν τοῦ λαοῦ, δὲν τὸν ἄφιναν οἱ μαθηταί.
31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
Μερικοὶ δὲ καὶ ἀπὸ τοὺς Ἀσιάρχας, ποὺ ἦσαν φίλοι τοῦ Παύλου, ἔστειλαν πρὸς αὐτὸν ἀνθρώπους καὶ τὸν παρεκάλουν νὰ μὴν ἐκθέση εἰς κίνδυνον τὸν ἑαυτόν του εἰσερχόμενος εἰς τὸ θέατρον.
32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν.
Ἀφοῦ λοιπὸν ὁ Παῦλος δὲν μετέβη εἰς τὸ θέατρον, ἄλλοι ἐφώναζαν ἐκεῖ ἄλλο καὶ ἄλλοι ἄλλο· διότι ἡ συνέλευσις τοῦ λαοῦ εὑρίσκετο εἰς σύγχυσιν καὶ οἱ περισσότεροι δὲν ἤξευραν, διὰ ποῖον λόγον εἶχον μαζευθῇ.
33 ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
Μερικοὶ δὲ ἀπὸ τὸν ὄχλον ἔβαλαν ἐμπρὸς κάποιον Ἀλέξανδρον, τὸν ὁποῖον οἱ Ἰουδαῖοι ἔσπρωχναν διὰ νὰ τὸν βγάλουν ἐμπρὸς ἀπὸ τὸ πλῆθος. Ὁ Ἀλέξανδρος δέ, ἀφοῦ ἔκαμε σημεῖον μὲ κίνησιν τῆς χειρός, ἤθελε νὰ ἀπολογηθῇ εἰς τὴν συνέλευσιν τοῦ λαοῦ ὑπὲρ τῶν Ἰουδαίων καὶ κατὰ τῶν Χριστιανῶν.
34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
Ἀλλ’ ὅταν τὰ πλήθη ἀντελήφθησαν, ὅτι ὁ Ἀλέξανδρος ἦτο Ἰουδαῖος, ἔγινε μία φωνὴ ἀπὸ ὅλους, ποὺ ἐφώναζαν περίπου δύο ὥρας· Μεγάλη θεὰ εἶναι ἡ Ἄρτεμις τῶν Ἐφεσίων.
35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;
Ἀφοῦ δὲ ὁ γραμματεὺς τῆς Ἐφέσου, ποὺ ἤτο μαζί τους ἄρχοντας αὐτῆς, καθησύχασε τὸ ἄτακτον πλῆθος, εἶπεν· Ἄνδρες Ἐφέσιοι, ἡσυχάσατε. Τίποτε δὲν δικαιολογεῖ τὴν ἀνησυχίαν σας. Διότι, ποῖος εἶναι ἐκεῖνος ὁ ἄνθρωπος, ποὺ δὲν γνωρίζει, ὅτι ἡ πόλις τῶν Ἐφεσίων εἶναι λάτρις καὶ φρουρὸς τῆς μεγάλης θέας Ἀρτέμιδος καὶ τοῦ ἀγάλματός της, ποὺ μᾶς ἐρρίφθη ἀπὸ τὸν Δία καὶ δι’ αὐτὸ λέγεται Διοπετές;
36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
Ἀφοῦ λοιπὸν καὶ ἡ ἀφοσίωσίς μας πρὸς τὴν θεὰν καὶ ἡ προέλευσις τοῦ ἀγάλματός της εἶναι βέβαια καὶ κανεὶς δεν ἡμπορεῖ δι’ αὐτὰ νὰ φέρῃ ἀντίρρησιν, πρέπει σεῖς νὰ εἶσθε ἥσυχοι καὶ νὰ μὴ πράττετε τίποτε τὸ ἀπερίσκεπτον.
37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν.
Σᾶς λέγω δὲ νὰ μὴ πράττετε τίποτε τὸ ἀπερίσκεπτον, διότι ἐφέρατε ἐδῶ τοὺς ἀνθρώπους αὐτούς, οἱ ὁποῖοι οὔτε ἔκλεψαν τίποτε ἀπὸ τὸ ἱερόν, οὔτε βλασφημοῦν τὴν θεάν σας.
38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
Καὶ ἂν μὲν ὁ Δημήτριος καὶ οἱ τεχνῖται, ποὺ εἶναι μαζί του, ἔχουν νὰ εἶπουν λόγον κατηγορίας ἐναντίον κάποιου ἀνθρώπου, γίνονται τακτικὰ συνελεύσεις εἰς τὴν ἀγορὰν καὶ ὑπάρχουν ἀνθύπατοι. Ἂς καταγγελθοῦν μεταξύ των εἰς τὸ δικαστήριον.
39 εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
Ἐὰν δὲ ζητῆτε καὶ κάτι περὶ ἄλλων ὑποθέσεων, ποὺ οὔτε ἀπὸ τὰς ἀγοραίας συνελεύσεις, οὔτε ἀπὸ τὸν ἀνθύπατον δύνανται νὰ δικασθοῦν, τοῦτο θὰ λυθῇ εἰς τὴν συνέλευσιν τοῦ λαοῦ, ποὺ συγκαλεῖται κατὰ τὸν νόμον εἰς ὡρισμένας ἡμέρας.
40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης.
Σᾶς λέγω ταῦτα, διότι διατρέχομεν καὶ τὸν κίνδυνον νὰ κατηγορηθῶμεν ἐπὶ στάσει διὰ τὴν σημερινὴν συνέλευσιν, ἀφοῦ δὲν ὑπάρχει καμμία αἰτία, διὰ τὴν ὁποίαν θὰ ἠμπορέσωμεν νὰ δώσωμεν δικαιολογίαν διὰ τὴν θορυβώδη ταύτην συρροὴν καὶ διαδήλωσιν.
41 καὶ ταῦτα εἰπὼν ἀπέλυσε τὴν ἐκκλησίαν.
Καὶ ἀφοῦ εἶπε ταῦτα, διέλυσε τὴν συνάθροισιν τοῦ λαοῦ.
Ερμηνεία Π. Τρεμπέλα