ελ
Καινή Διαθήκη
1 ΜΕΤΑ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον·
Μετὰ δὲ τὰ συμβάντα ταῦτα τοῦ Ἀρείου Πάγου ἀπεχωρίσθη καὶ ἔφυγεν ὁ Παῦλος ἀπὸ τὴν πόλιν τῶν Ἀθηνῶν καὶ ἦλθεν εἰς Κόρινθον.
2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ρώμης, προσῆλθεν αὐτοῖς,
Καὶ εὗρεν ἐκεῖ κάποιον Ἰουδαῖον, ποὺ ἐλέγετο Ἀκύλας καὶ κατήγετο ἀπὸ τὸν Πόντον, εἶχεν ἔλθει δὲ κατὰ τὰς ἡμέρας ἐκείνας ἀπὸ τὴν Ἰταλίαν, αὐτὸς καὶ ἡ σύζυγός του Πρίσκιλλα. Προτήτερα δηλαδὴ ἔμεναν οὗτοι εἰς τὴν Ρώμην καὶ ἦλθον εἰς τὴν Κόρινθον τὸ πλησιέστερον πρὸς τὴν Ρώμην κέντρον, ἐπειδὴ εἶχε διατάξει ὁ Κλαύδιος νὰ ἀπομακρυνθοῦν ἐκ τῆς Ρώμης ὅλοι οἱ Ἰουδαῖοι. Σὰν εὗρε λοιπὸν εἰς τὴν Κόρινθον ὁ Παῦλος τὸ ζεῦγος αὐτό, ἦλθε πρὸς αὐτούς.
3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
Καὶ ἐπειδὴ ὁ Ἀκύλας εἰργάζετο τὴν αὐτὴν τέχνην, τὴν ὁποίαν ἐγνώριζε καὶ ὁ Παῦλος, δι’ αὐτὸ ὁ Παῦλος ἔμενεν εἰς τὸ σπίτι των καὶ εἰργάζετο· διότι ἦσαν καὶ οἱ δύο κατασκευασταὶ σκηνῶν.
4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἓλληνας.
Συνδιελέγετο δὲ συγχρόνως μέσα εἰς τὴν συναγωγὴν κάθε Σάββατον, καὶ ἔπειθεν Ἰουδαίους καὶ Ἕλληνας προσηλύτους, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Μεσσίας.
5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν.
Ὅταν δὲ κατέβησαν ἀπὸ τὴν Μακεδονίαν καὶ ὁ Σίλας καὶ ὁ Τιμόθεος, εὗρον τὸν Παῦλον στενοχωρημένον ἐσωτερικῶς λόγῳ τῆς ἀπροθυμίας τῶν Ἰουδαίων καὶ τῆς ἀδιαφορίας τῶν Κορινθίων. Καὶ ἐμαρτύρει ἐξ ὀνόματος τοῦ Θεοῦ εἰς τοὺς Ἰουδαίους καὶ ἐβεβαίωνεν, ὅτι ὁ Ἰησοῦς ἦτο ὁ Μεσσίας.
6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
Ἐπειδὴ δὲ αὐτοὶ ἀντετάσσοντο καὶ ἐξεστόμιζον βλασφημίας κατὰ τοῦ Χριστοῦ, ἐτίναξε τὰ ἐνδύματά του εἰς ἔνδειξιν διαμαρτυρίας καὶ τοὺς εἶπεν· Ἡ εὐθύνη διὰ τὸν πνευματικὸν θάνατον καὶ ὅλεθρόν σας ἂς πέσῃ εἰς τὰς κεφαλάς σας. Ἐγὼ εἶμαι καθαρὸς καὶ ἀνεύθυνος ἀπὸ πᾶσαν ἐνοχήν. Ἀπὸ τὴν στιγμὴν αὐτὴν θὰ ὑπάγω να κηρύξω εἰς τοὺς ἐθνικούς.
7 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
Καὶ ἀφοῦ ἔφυγεν ἀπὸ τὴν συναγωγήν, ἦλθεν εἰς τὸ σπίτι κάποιου, ποὺ ὠνομάζετο Ἰοῦστος. Αὐτὸς εἶχε προσηλυτισθῇ ἀπὸ τοὺς Ἰουδαίους καὶ ἐσέβετο τὸν ἀληθινὸν Θεόν, ἡ οἰκία του δὲ ἐγειτόνευε πρὸς τὴν συναγωγήν.
8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
Ὁ Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν εἰς τὸν Κύριον μὲ ὅλην τὴν οἰκογένειάν του καὶ πολλοὶ ἀπὸ τοὺς Κορινθίους, ὅταν ἤκουαν τὸ κήρυγμα, ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 Εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Παῦλον μὲ ὅραμα, τὸ ὁποῖον τοῦ παρουσιάσθῃ ἐν καιρῷ νυκτός· Μὴ φοβεῖσαι τὰς ἀπειλὰς τῶν Ἰουδαίων, οἱ ὁποῖοι ἐξεμάνησαν ἀπὸ τὴν ἀποσκίρτησιν τοῦ Κρίσπου, ἀλλὰ δίδασκε τὸ εὐαγγέλιον καὶ μὴ σιωπήσῃς.
10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
Μὴ φοβεῖσαι, διότι ἐγὼ εἶμαι μαζί σου καὶ κανεὶς δὲν θὰ σοῦ ἐπιτεθῇ διὰ νὰ σὲ κακοποιήσῃ. Αἱ ἀντιδράσεις, ποὺ θὰ ἀντιμετωπίσῃς, δὲν θὰ βλάψουν οὔτε σὲ οὔτε τὸ ἔργον σου. Διδάσκε, διότι ἔχω εἰς τὴν πόλιν αὐτὴν λαὸν πολυάριθμον, ὁ ὁποῖος ἐντὸς ὀλίγου θὰ πιστεύσῃ καὶ θὰ προστεθῇ εἰς τὴν Ἐκκλησίαν μου.
11 ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
Κατόπιν δὲ τοῦ ὁράματος αὐτοῦ παρέμεινεν ὁ Παῦλος εἰς τὴν Κόρινθον ἓν ἔτος καὶ μήνας ἓξ διδάσκων μεταξὺ τῶν κατοίκων τῆς πόλεως τὸν λόγον τοῦ Θεοῦ.
12 Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
Ὅτε δὲ ἐκυβέρνα τὴν Ἀχαΐαν ὡς ἀνθύπατος ὁ Γαλλίων, ἐξηγέρθησαν ἀπὸ συμφώνου καὶ μὲ μίαν γνώμην οἱ Ἰουδαῖοι κατὰ τοῦ Παύλου καὶ τὸν ἔφεραν ἐνώπιον τοῦ δικαστικοῦ βήματος.
13 λέγοντες ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
Ἔλεγον δέ, ὅτι οὗτος διὰ παραπειστικῶν λόγων παρασύρει τοὺς ἀνθρώπους νὰ λατρεύουν τὸν Θεὸν κατὰ τρόπον ἀντίθετον πρὸς τὸν Μωσαϊκὸν νόμον.
14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ρᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν·
Ὅταν δὲ ἐπρόκειτο ὁ Παῦλος νὰ ἀνοίξῃ τὸ στόμα του καὶ νὰ ἀπολογηθῇ, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Ἐὰν μὲν αὐτό, ποὺ καταγγέλλετε, ἦτο παράβασις νόμου προξενοῦσα ἀδικίαν κατὰ τοῦ κράτους ἢ κατὰ τῶν δικαιωμάτων τῶν πολιτῶν, ἢ ἐὰν ἦτο κακούργημα προκαλοῦν βλάβην, θὰ σᾶς ἤκουα, ὦ Ἰουδαῖοι, μὲ ὑπομονὴν κατὰ δίκαιον λόγον.
15 εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
Ἀλλ’ ἐὰν πρόκειται περὶ ὑποθέσεως, ἡ ὁποία ἔχει σχέσιν μὲ διδασκαλίαν καὶ μὲ ὀνόματα (Μωϋσέως καὶ Ἰησοῦ καὶ Μεσσίου) καὶ μὲ τὸν ἰδικόν σας νόμον, πρέπει μόνοι σας νὰ φροντίσετε διὰ τὴν διευθέτησίν της. Διότι ἐγὼ δὲν θέλω νὰ ἀναμιχθῶ καὶ νὰ εἶμαι δικαστὴς ἐπὶ τῶν ζητημάτων τούτων.
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
Καὶ τοὺς ἐξεδίωξεν ἀπὸ τὴν περιοχὴν τοῦ δικαστικοῦ βήματος.
17 ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἓλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
Τότε ὅλοι οἱ Ἕλληνες ἔπιασαν τὸν ἀρχισυνάγωγον Σωσθένην καὶ τὸν ἐκτύπων ἐμπρὸς εἰς τὸ δικαστικὸν βῆμα. Καὶ ὁ Γαλλίων δὲν ἐνδιεφέρετο δι’ αὐτό.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
Ὁ Παῦλος δέ, ἀφοῦ παρέμεινεν ἀρκετὰς ἀκόμη ἡμέρας μετὰ τὸ γεγονὸς τοῦτο, ἀπεχαιρέτησε τοὺς ἀδελφοὺς καὶ ἀνεχώρησε μὲ πλοῖον διὰ τὴν Συρίαν, καὶ μαζὶ μὲ αὐτὸν ἀνεχώρησαν ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας. Προηγουμένως δὲ ὁ Παῦλος ἐκούρευσε τὴν κεφαλήν του εἰς τὰς Κεγχρεάς, διότι κατὰ συνήθειαν Ἰουδαϊκὴν εἶχε κάμει τάξιμον νὰ διατηρήσῃ τὰς τρίχας τῆς κεφαλῆς του ἐπὶ ὡρισμένον χρόνον καὶ νὰ προσφέρῃ αὐτὰς εἰς τὸν Κύριον.
19 κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις.
Ἦλθαν δὲ εἰς Ἔφεσον. Καὶ ἐκείνους μέν, τὴν Πρίσκιλλαν καὶ τὸν Ἀκύλαν δηλαδή, ἀφῆκεν ἐκεῖ, αὐτὸς δέ, ἀφοῦ εἰσῆλθεν εἰς τὴν συναγωγήν, συνδιελέχθη μὲ τοὺς Ἰουδαίους.
20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς οὐκ ἐπένευσεν,
Ὅταν δὲ οὗτοι παρεκάλουν τὸν Παῦλον νὰ παραμείνῃ πλησίον των περισσότερον χρόνον, δὲν συγκατετέθη οὗτος,
21 ἀλλ᾿ ἀπετάξατο αὐτοῖς εἰπών· δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα, πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
ἄλλα τοὺς ἀπεχαιρέτησε καὶ εἶπε· Πρέπει μὲ κάθε τρόπον τὴν ἑορτήν, ποὺ ἔρχεται, νὰ τὴν κάμω εἰς τὰ Ἱεροσόλυμα, θὰ ἐπιστρέψω δὲ πάλιν πρὸς σᾶς, ἐὰν θέλῃ ὁ Θεός. Καὶ ἀνεχώρησε μὲ πλοῖον ἀπὸ τὴν Ἔφεσον.
22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν,
Καὶ ἀποβιβασθεὶς εἰς τὸν λιμένα τῆς Καισαρείας, ἀνέβη εἰς τὰ Ἱεροσόλυμα καὶ ἀφοῦ ἐχαιρέτησε τὴν σύναξιν τῶν πιστῶν, κατέβη εἰς τὴν Ἀντιόχειαν καὶ ἔλαβεν οὖτω τέλος ἡ δευτέρα ἀποστολικὴ πορεία του.
23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
Καὶ ἀφοῦ ἔμεινε κάμποσον χρόνον ἐκεῖ, ἀνεχώρησε. Καὶ ἤρχισε τὴν τρίτην ἀποστολικὴν πορείαν του περιοδεύων μὲ τὴν σειρὰν τὴν Γαλατικὴν χώραν καὶ τὴν Φρυγίαν, στηρίζων εἰς τὴν πίστιν ὅλους τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
Ἐν τῷ μεταξὺ δὲ κάποιος Ἰουδαῖος, ὁ ὁποῖος ἐλέγετο Ἀπολλὼς καὶ κατήγετο ἀπὸ τὴν Ἀλεξάνδρειαν, ἀνὴρ εὔγλωττος, ἦλθεν εἰς Ἔφεσον, ἦτο δὲ δυνατὸς εἰς τὴν γνῶσιν καὶ τὴν ἑρμηνείαν τῶν Γραφῶν.
25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
Αὐτὸς εἶχε κατηχηθῆ περὶ τῆς συμπεριφορᾶς καὶ τοῦ δρόμου, τὸν ὁποῖον πρέπει κανεὶς νὰ ἀκολουθῇ διὰ νὰ εὐαρεστήσῃ εἰς τὸν Κύριον, καὶ ἐπειδὴ ἦτο ζηλωτὴς καὶ τὸ πνεῦμα του ἐνεπνέετο ἀπὸ θερμὰ καὶ ἐνθουσιώδη συναισθήματα καὶ διαθέσεις, ὡμίλει κατ’ ἰδίαν καὶ ἐδίδασκε δημοσίως μὲ σχετικὴν ἀκρίβειαν τὰς ἀφορώσας εἰς τὸν Κύριον Ἰησοῦν ἀληθείας, μολονότι ἐγνώριζε μόνον τὸ βάπτισμα καὶ τὸ κήρυγμα τοῦ Ἰωάννου.
26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.
Καὶ οὗτος ἤρχισε νὰ κηρύττῃ μετὰ ἀφοβίας καὶ θάρρους ἐν τῇ συναγωγῇ. Ὅταν δὲ τὸν ἤκουσαν ὁ Ἀκύλας καὶ ἡ Πρίσκιλλα, τὸν ἐπῆραν μὲ πᾶσαν οἰκειότητα πλησίον των καὶ ἐξέθεσαν εἰς αὐτὸν ἀκριβέστερον τὸν δρόμον τῆς ἀληθείας καὶ σωτηρίας, τὸν ὁποῖον ὁ Θεὸς ἀπεκάλυψε.
27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος.
Ἐπειδὴ δὲ αὐτὸς ἤθελε ἀπὸ τὴν Ἔφεσον νὰ διαπεράσῃ εἰς τὴν Ἀχαΐαν, τὸν προέτρεψαν καὶ τὸν ἐνεθάρρυναν οἱ ἀδελφοὶ νὰ πραγματοποιήσῃ τὸ ταξίδιον τοῦτο καὶ ἔγραψαν συστατικὴν ἐπιστολὴν πρὸς τοὺς μαθητὰς διὰ νὰ τὸν δεχθοῦν μὲ πᾶσαν ἐμπιστοσύνην. Πράγματι δὲ αὐτὸς ἦλθεν εἰς Κόρινθον καὶ ὠφέλησε πολὺ ἐκείνους, οἱ ὁποῖοι διὰ τῆς χάριτος τοῦ Θεοῦ εἶχον πιστεύσει.
28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Διότι μετὰ δυνάμεως ἀνεσκεύαζε καὶ ἀπεστόμωνε δημοσίᾳ τοὺς Ἰουδαίους ἀποδεικνύων διὰ τῶν Γραφῶν καὶ τῆς ἐπαληθεύσεως τῶν προφητειῶν, ὅτι ὁ Ἰησοῦς ἦτο ὁ Μεσσίας.
Ερμηνεία Π. Τρεμπέλα