ελ
Καινή Διαθήκη
1 ΚΑΤΗΝΤΗΣΕ δὲ εἰς Δέρβην καὶ Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἓλληνος,
Οδοιπορῶν δὲ τώρα ὁ Παῦλος ἀπὸ ἀνατολῶν πρὸς δυσμὰς ἔφθασε πρῶτον εἰς τὴν Δέρβην καὶ μετ’ αὐτὴν εἰς τὴν Λύστραν. Καὶ ἰδοὺ ἦτο ἐκεῖ κάποιος μαθητής, ποὺ ἐλέγετο Τιμόθεος, υἱὸς μιᾶς γυναικὸς Ἰουδαίας, ἡ ὁποία εἶχε πιστεύσει εἰς τὸν Χριστόν, ὁ πατέρας τοῦ ὅμως ὑπῆρξεν ἐθνικός.
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
Διὰ τὸν νέον αὐτὸν ἔδιδον ἀγαθὴν μαρτυρίαν, καὶ τὸν ὑπελήπτοντο πολὺ οἱ ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφοί.
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἓλλην ὑπῆρχεν.
Αὐτὸν λοιπὸν ἠθέλησεν ὁ Παῦλος νὰ τὸν πάρῃ μαζί του εἰς τὴν περιοδείαν καὶ μὲ τὰ χέρια του τὸν περιέτεμε, διὰ νὰ διευκολύνῃ τὴν δράσιν του μεταξὺ τῶν Ἰουδαίων, ποὺ ἦσαν εἰς τὰ μέρη ἐκεῖνα, διότι ὅλοι αὐτοὶ ἐγνώριζον, ὅτι ὁ πατήρ του ἦτο Ἕλλην καὶ συνεπῶς, ἐὰν ὁ Τιμόθεος ἔμενεν ἀπερίτμητος, δὲν θὰ τὸν ἐπλησίαζε κανεὶς Ἰουδαῖος νὰ ἀκούσῃ τὸ κήρυγμά του.
4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.
Καθὼς δὲ διέβαινον τὰς πόλεις, παρέδιδον διὰ προφορικῆς διδασκαλίας εἰς τοὺς ἐν αὐταῖς πιστοὺς νὰ φυλάττουν τὰς ἀποφάσεις, αἱ ὀποῖαι εἶχον ὁριστικῶς κριθῆ ὡς μόναι ὀρθαὶ ἀπὸ τοὺς ἀποστόλους καὶ πρεσβυτέρους, ποὺ ἦσαν εἰς τὴν Ἱερουσαλήμ.
5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν.
Διὰ τῆς περιοδείας λοιπὸν ταύτης, καὶ διὰ τῆς ἀνακοινώσεως τῶν ἀποφάσεων τῆς συνόδου τῶν Ἱεροσολύμων αἱ Ἐκκλησίαι τῶν μερῶν αὐτῶν ἐστηρίζοντο καὶ ἐνισχύοντο εἰς τὴν πίστιν καὶ ἐπληθύνοντο κατ’ ἀριθμὸν καθ’ ἐκάστην ἡμέραν οἱ ἀποτελοῦντες αὐτὰς πιστοί.
6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
Ἀφοῦ δὲ ὁ Παῦλος καὶ οἱ σύνοδοί του διῆλθον τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, ἐπειδὴ ἀπὸ ἐσωτερικὴν ἔμπνευσιν καὶ φωτισμόν, τὸν ὁποῖον τοὺς ἐνέβαλε τὸ Ἅγιον Πνεῦμα, ἡμποδίσθησαν νὰ λαλήσουν τὸν λόγον τοῦ Θεοῦ ἐν τῇ Ἀσίᾳ,
7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.
ἦλθον εἰς τὰ σύνορα τῆς Μυσίας, καὶ ἐκεῖ ἔκαναν δοκιμὰς καὶ ἀποπείρας νὰ πορευθοῦν εἰς Βιθυνίαν. Ἀλλὰ καὶ πάλιν δὲν τοὺς ἀφῆκε τὸ Ἅγιον Πνεῦμα.
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
Ἀφοῦ δὲ ἐπέρασαν χωρὶς χρονοτριβὴν τὴν Μυσίαν, κατέβησαν εἰς τὴν Τρῳάδα.
9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
Καὶ ἐκεῖ ἐνεφανίσθη κατὰ τὴν διάρκειαν τῆς νυκτὸς ὀπτασία εἰς τὸν Παῦλον. Κάποιος δηλαδή, ποὺ ἀπὸ τὴν ἐνδυμασίαν του ἢ καὶ τὴν προφοράν του ἐφαίνετο ὅτι ἦτο Μακεδών, ἐστέκετο ὄρθιος καὶ παρεκάλει τὸν Παῦλον λέγων· Πέρασε ἀπὸ τὴν Ἀσιατικὴν ἀκτὴν εἰς τὴν Μακεδονίαν καὶ βοήθησέ μας.
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς.
Ὅταν δὲ εἶδε τὴν ὀπτασίαν αὐτὴν ὁ Παῦλος, ἀμέσως ἐζητήσαμεν πληροφορίας καὶ πλοῖον διὰ νὰ ἀναχωρήσωμεν εἰς τὴν Μακεδονίαν. Καὶ ἐλάβομεν τὴν ἀπόφασιν τοῦ ταξιδιοῦ αὐτοῦ, διότι συνεπεράναμεν ἀπὸ τὸ ὅραμα, καθὼς καὶ ἀπὸ τὰς λοιπὰς περιστάσεις, ὅτι ὁ Κύριος μᾶς ἔχει προσκαλέσει νὰ κηρύξωμεν τὸ εὐαγγέλιον εἰς αὐτούς, ποὺ κατῴκουν τὴν Μακεδονίαν.
11 Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾳ£κην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν,
Ἀφοῦ δὲ ἀπὸ τὴν Τρωάδα ἐπλεύσαμεν εἰς τὸ ἀνοικτὸν πέλαγος, ἤλθομεν κατ’ εὐθεῖαν εἰς τὴν Σαμοθράκην καὶ τὴν ἄλλην ἡμέραν ἤλθομεν εἰς τὴν Νεάπολιν (πιθανώτατα εἰς τὴν σημερινὴν Καβάλαν).
12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις κολωνία. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς,
Καὶ ἀπ’ ἐκεῖ ἤλθομεν εἰς Φιλίππους, ἡ ὁποία εἶναι ἡ σπουδαιοτέρα ρωμαϊκὴ Ἀποικία εἰς τὴν περιφέρειαν τῆς Μακεδονίας. Παρετείναμεν δὲ τὴν διαμονήν μας εἰς τὴν πόλιν αὐτήν ἐπὶ μερικὰς ἡμέρας.
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
Καὶ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἐβγήκαμεν ἔξω ἀπὸ τὴν πόλιν εἰς κάποιο μέρος, ποὺ ἦτο πλησίον ἑνὸς ποταμοῦ καὶ ἐθεωρεῖτο τόπος προσευχῆς τῶν Ἰουδαίων. Καὶ ἀφοῦ ἐκαθίσαμεν, ἀνοίξαμεν συνομιλίαν μὲ τὰς συναχθείσας ἐκεῖ γυναῖκας.
14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
Καὶ ἤκουεν αὐτά, ποὺ ἐλέγαμεν, κάποια γυναῖκα, ὁ ὁποία ὠνομάζετο Λυδία καὶ ἦτο πωλήτρια τῶν πολυτίμων ἐκείνων ὑφασμάτων, ποὺ ἐβάφοντο μὲ χρῶμα κόκκινον καὶ ἐκαλοῦντο πορφύραι. Κατήγετο δὲ ἡ γυναῖκα αὐτὴ ἀπὸ τὴν πόλιν τῆς Μ. Ἀσίας Θυάτειρα καὶ ἦτο προσήλυτος, φοβουμένη τὸν ἀληθῆ Θεόν. Ταύτης ὁ Κύριος ἤνοιξε τὰ ἐσωτερικὰ τῆς διανοίας αὐτιὰ καὶ τῆς διήγειρε τὸ πνευματικὸν ἐνδιαφέρον, διὰ νὰ προσέχῃ εἰς ἐκεῖνα, ποὺ ἔλεγεν ὁ Παῦλος.
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.
Ὅταν δὲ ἐβαπτίσθη αὐτὴ καὶ ἡ οἰκογένειά της, μᾶς παρεκάλεσε λέγουσα· Ἐὰν ἔχετε σχηματίσει τὴν πεποίθησιν καὶ μὲ ἔχετε κρίνει, ὅτι εἶμαι πιστὴ εἰς τὸν Κύριον, ἔλθετε εἰς τὴν οἱκίαν μου καὶ διαμείνατε ἐκεῖ. Καὶ δι’ ἐπιμόνων παρακλήσεων μᾶς ἠνάγκασε νὰ μείνωμεν εἰς τὸ σπίτι της.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
Ὅταν δὲ ἡμεῖς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς, συνέβη νὰ μᾶς συναντήσῃ μία νεαρὰ δούλη, ποὺ εἶχε μαντικὸν πνεῦμα καὶ παρεῖχε πολλὰ κέρδη εἰς τοὺς κυρίους της προλέγουσα ἐπὶ πληρωμὴ καὶ φανερώνουσα μὲ τὰς μαντείας της τὰ ἄγνωστα.
17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
Αὐτὴ ἠκολούθησε κατὰ πόδας τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ ἐφώναζε λέγουσα· Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, οἱ ὁποῖοι μᾶς γνωστοποιοῦν δρόμον καὶ μέσον ἀσφαλές, διὰ τοῦ ὁποίου θὰ σωθῆτε.
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Τοῦτο δὲ ἔκανεν ἐπὶ πολλὰς ἡμέρας, ὅχι βέβαια μὲ ἀγαθὸν σκοπόν, ἀλλ’ ἀπέβλεπε τὸ μαντικὸν πνεῦμα εἰς τὸ να ἑλκύσῃ ὑπὲρ ἑαυτοῦ τὴν ἀπεριόριστον ἐμπιστοσύνην τοῦ λαοῦ καὶ νὰ ἐκμεταλλευθῇ ἐν τέλει ταύτην δολίως καὶ πανούργως. Ἀγανακτήσας δὲ ὁ Παῦλος καὶ στρέψας ὀπίσω πρὸς τὴν ἀκόλουθοῦσαν αὐτὸν δούλην εἶπε πρὸς τὸ πνεῦμα· Σὲ διατάσσω, ἐπικαλούμενος τὸ ὅνομα τοῦ Ἰησοῦ Χριστοῦ, νὰ ἐξέλθῃς ἀπὸ αὐτήν. Καὶ πράγματι ἐξῆλθε τὸ πονηρὸν πνεῦμα κατὰ τὴν αὐτὴν στιγμήν.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
Ἀλλ’ ὅταν εἶδαν οἱ κύριοί της, ὅτι ἔφυγε μετὰ τοῦ δαίμονος καὶ ἡ ἐλπὶς τῆς ἐπικερδοῦς ἐργασίας καὶ ἐπιχειρήσεώς των, συνέλαβον τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγοράν, διὰ νὰ τοὺς παρουσιάσουν εἰς τοὺς ἄρχοντας.
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες.
Καὶ ἀφοῦ τοὺς ὠδηγησαν εἰς τοὺς στρατηγούς, εἶπον· Αὐτοὶ οἰ ἄνθρωποι, ποὺ εἶναι ταραξίαι Ἰουδαῖοι, προκαλοῦν ταραχὴν εἰς τὴν πόλιν μας,
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι.
καὶ κηρύττουν θρησκευτικὰ ἔθιμα, τὰ ὁποῖα δὲν εἶναι ἐπιτετραμμένον εἰς ἡμᾶς, ποὺ εἴμεθα Ρωμαῖοι, νὰ τὰ παραδεχώμεθα, πολὺ δὲ περισσότερον οὔτε νὰ τὰ τηρῶμεν καὶ νὰ τὰ ἐφαρμόζωμεν.
22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν,
Καὶ ἐμαζεύθη μαζὶ ὁ ὅχλος ἐναντίον των. Καὶ οἱ στρατηγοὶ τότε ἐξέσχισαν τὰ ἐνδύματα τῶν δύο ἀποστόλων καὶ διέταξαν, γυμνοὺς πλέον καθὼς ἦσαν, νὰ τοὺς ραβδίσουν ἐμπρὸς εἰς ὅλον ἐκεῖνο τὸ πλῆθος.
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
Καὶ ἀφοῦ τοὺς ἔδωκαν πολλὰ κτυπήματα, τοὺς ἔρριψαν εἰς τὴν φυλακήν, παραγγείλαντες εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φρουρῇ ἀσφαλῶς, ὥστε νὰ μὴ δραπετεύσουν.
24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
Αὐτὸς δέ, ἐφ’ ὅσον εἶχε λάβει τέτοιαν παραγγελίαν, τοὺς ἔβαλεν εἰς τὸ βαθύτερον διαμέρισμα τῆς φυλακῆς καὶ ἔδεσε σφιγκτὰ τὰ πόδια των εἰς τὸ τιμωρητικὸν ὅργανον, ποὺ ἐλέγετο ξύλον, ὥστε νὰ μὴ ἠμποροῦν πλέον οἱ Ἀπόστολοι οὐδ’ ἐπ’ ἐλάχιστον νὰ μετακινηθοῦν.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
Κατὰ τὸ μεσονύκτιον δὲ ὁ Παῦλος καὶ ὁ Σίλας, ὡσὰν νὰ μὴ τοὺς εἶχε συμβῆ τίποτε καὶ νὰ μὴν ᾐσθάνοντο κανένα πόνον, ἔψαλλον ὕμνους πρὸς τὸν Θεόν· τοὺς ἤκουαν δὲ οἱ φυλακισμένοι.
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
Καὶ ἔξαφνα ἔγινε μεγάλος σεισμός, ὥστε ἐσαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς· καὶ ἤνοιξαν κατὰ τὴν αὐτὴν στιγμὴν ὅλαι αἱ θύραι καὶ ὅλων τῶν φυλακισμένων αἱ ἁλύσεις, μὲ τὰς ὁποίας εἶχαν δεθῆ οὗτοι, ἐλύθησαν.
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
Ὅταν δὲ ἐν τῷ μεταξὺ ἐξύπνησεν ὁ δεσμοφύλαξ καὶ εἶδεν ἀνοικτὰς τὰς θύρας τῆς φυλακῆς, ἐτράβηξε τὴν μάχαιράν του καὶ ἦτο ἕτοιμος νὰ αὐτοκτονήση, ἐπειδὴ ἐνόμιζεν, ὅτι εἶχον δραπετεύσει οἱ φυλακισμένοι καὶ συνεπῶς θὰ ἐπεβάλλετο εἰς αὐτὸν ἡ ποινὴ τοῦ θανάτου. Ἐκ φιλοτιμίας λοιπὸν ἐθεώρησε προτιμότερον νὰ αὐτοκτονήσῃ, παρὰ νὰ θανατωθῇ μὲ τὸ στίγμα τῆς καταδίκης.
28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
Ἀλλ’ ὁ Παῦλος ἐφώναξε μὲ μεγάλην φωνὴν καὶ εἶπε· Μὴ κάμῃς τίποτε κακὸν εἰς τὸν ἑαυτόν σου. Δὲν πρόκειται νὰ σοῦ ζητηθοῦν εὐθῦναι καὶ νὰ τιμωρηθῇς, διότι ὅλοι εἴμεθα ἐδῶ.
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,
Κατόπιν δὲ τούτου ὁ δεσμοφύλαξ, ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα εἰς τὴν φυλακήν. Καὶ ἀντιληφθεὶς τὸ θαῦμα, σκεφθεὶς δὲ ὅτι εἶχε κακομεταχειρισθῇ τοὺς δούλους αὐτοὺς τοῦ Θεοῦ, κατελήφθη ἀπὸ τρόμον καὶ ἔπεσεν εἰς τοὺς πόδας τοῦ Παύλου καὶ τοῦ Σίλα,
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
καὶ ἀφοῦ τοὺς ἔβγαλεν ἔξω εἰς τὴν αὐλὴν τῆς φυλακῆς, τοὺς εἶπε· Κύριοι, τί πρέπει νὰ κάμω διὰ νὰ ἐπιτύχω καὶ ἐγὼ τὴν σωτηρίαν, τὴν ὁποίαν κηρύττετε;
31 οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
Αὐτοὶ δὲ εἶπον· Πίστευσε εἰς τὸν Ἰησοῦν Χριστὸν ὡς μόνον Λυτρωτὴν καὶ ὡς ὑπέρτατον Κύριον, καὶ θὰ σωθῇς καὶ σὺ καὶ ὅλη ἡ οἰκογένειά σου.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Καὶ ἀνέπτυξαν εἰς αὐτὸν καὶ εἰς ὅλους, ὅσοι ἦσαν εἰς τὴν οἰκίαν του τὰς θεμελιώδεις ἀληθείας τῆς διδασκαλίας τοῦ Κυρίου.
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
Καὶ ἀφοῦ τοὺς ἐπῆρε μαζί του κατ’ ἐκείνην τὴν ὥραν τῆς νυκτός, τοὺς ἔλουσεν ἀπὸ τὰ αἵματα, ποὺ εἶχαν τρέξει ἀπὸ τὰ τραύματα τῶν ραβδισμῶν, καὶ ἀμέσως ἐβαπτίσθη καὶ αὐτὸς καὶ ὅλοι οἱ ἰδικοί του.
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
Καὶ ἀφοῦ τοὺς ἀνέβασεν εἰς τὸ σπίτι του, ἐτοίμασε τράπεζαν καὶ ἐδοκίμασε μεγάλην χαρὰν μαζὶ μὲ ὅλην τὴν οἰκογένειάν του, αἰτία δὲ τῆς χαρᾶς του αὐτῆς ἦτο, ἐπειδὴ εἶχε πιστεύσει εἰς τὸν Θεόν.
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ραβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
Ἀφοῦ δὲ ἐξημέρωσεν, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ὑπασπιστάς των καὶ ραβδούχους εἰς τὸν δεσμοφύλακα καὶ εἶπαν· Ἀπόλυσε ἀπὸ τὴν φυλακὴν τοὺς ἀνθρώπους ἐκείνους.
36 ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
Ἀνήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον καὶ τοῦ εἶπεν· ὅτι ἀπέστειλαν οἱ στρατηγοὶ ἀνθρώπους καὶ διέταξαν νὰ ἀφεθῆτε ἐλεύθεροι. Τώρα λοιπὸν ἐξέλθετε ἀπὸ τὴν φυλακὴν καὶ πηγαίνετε, ἂς εἶναι δὲ μαζί σας εἰρήνη.
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ρωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
Ὁ Παῦλος ὅμως εἶπε διὰ τοῦ δεσμοφύλακος πρὸς τοὺς ραβδούχους· Ἀφοῦ μᾶς ἔδειραν οἱ στρατηγοί σας δημοσίᾳ, χωρὶς νὰ μᾶς περάσουν ἀπὸ δίκην, ἀνθρώπους, οἱ ὁποῖοι εἴμεθα Ρωμαῖοι πολῖται, μᾶς ἔρριψαν εἰς τὴν φυλακήν. Καὶ τώρα μᾶς βγάζουν ἀπὸ τὴν φυλακὴν λαθραίως. Ὄχι βέβαια, δὲν θὰ βγοῦμε διόλου ἀπ’ ἐδῶ. Ἀλλ’ ἂς ἔλθουν αὐτοπροσώπως οἱ ἴδιοι καὶ ἂς μᾶς βγάλουν αὐτοί.
38 ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ραβδοῦχοι τὰ ρήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ρωμαῖοί εἰσι,
Ἀνήγγειλαν δὲ οἱ ραβδοῦχοι τοὺς λόγους τούτους εἰς τοὺς στρατηγούς. Καὶ ἐφοβήθησαν οἱ στρατηγοί, ὅταν ἤκουσαν, ὅτι ὁ Παῦλος καὶ ὁ Σίλας ἦσαν Ρωμαῖοι. Ἐφοβήθησαν δέ, διότι ἐπεβάλλοντο βαρύταται ποιναὶ εἰς πάντα, ὁ ὁποῖος θὰ ἐκακομεταχειρίζετο Ρωμαῖον πολίτην.
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως.
Καὶ ἀφοῦ ἦλθον ἐκεῖ οἱ στρατηγοί, τοὺς παρεκάλεσαν νὰ βγοῦν ἀπὸ τὴν φυλακήν. Καὶ ἀφοῦ τοὺς ἔβγαλαν, τοὺς παρεκάλουν νὰ ἀναχωρήσουν ἀπὸ τὴν πόλιν.
40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς καὶ ἐξῆλθον.
Ὅταν δὲ οἱ δύο ἀπόστολοι ἐξῆλθον ἀπὸ τὴν φυλακήν, ἐμβῆκαν εἰς τὴν οἰκίαν τῆς Λυδίας καὶ ἀφοῦ εἶδον τοὺς ἀδελφούς, τοὺς προέτρεψαν νὰ μένουν σταθεροὶ εἰς τὸ εὐαγγέλιον καὶ ἀνεχώρησαν.
Ερμηνεία Π. Τρεμπέλα