ελ
Καινή Διαθήκη
1 ΗΣΑΝ δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.
Ήσαν δὲ εἰς τὴν Ἀντιόχειαν μερικοὶ προφῆται καὶ διδάσκαλοι ἀνήκοντες εἰς τὴν ὑπάρχουσαν ἐκεῖ Ἐκκλησίαν. Οὗτοι δὲ ἦσαν ὁ Βαρνάβας καὶ ὁ Συμεών, ποὺ ἐπωνομάζετο Νίγερ, καὶ ὁ Λούκιος, ποὺ κατήγετο ἀπὸ τὴν Κυρήνην, καὶ ὁ Μαναήν, ποὺ εἶχε συνανατραφῆ καὶ συνεκπαιδευθῆ μαζὶ μὲ τὸν τετράρχην Ἡρῴδην, καὶ ὁ Σαῦλος.
2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἃγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
Ἐνῷ δὲ αὐτοὶ ἐπετέλουν ὡς κύριόν τους ἔργον τὴν πρὸς τὸν Κύριον κοινὴν λατρείαν καὶ τὸ κήρυγμα, καὶ ἐνῷ ἐνήστευον, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ προφητῶν ἢ ἄλλων ἐξ ἐκείνων τῶν Χριστιανῶν, ποὺ εἶχον χαρίσματα· Ξεχωρίσατέ μου ἀμέσως τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον διὰ τὸ ἔργον, διὰ τὸ ὁποῖον τοὺς προσεκάλεσα μὲ ἔμπνευσιν, τὴν ὁποίαν μετέδωκα ἐγὼ εἰς τὸ ἐσωτερικὸν τῶν καρδιῶν των.
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.
Τότε, ἀφοῦ καὶ πάλιν ἐνήστευσαν καὶ προσηυχήθησαν καὶ ἔθεσαν τὰς χεῖρας ἐπ’ αὐτῶν, ὅχι διὰ νὰ τοὺς προχειρίσουν εἰς τὸ ἀποστολικὸν ἢ ἄλλο ἱερατικὸν ἀξίωμα, διότι εἶχον ἤδη ταῦτα οἱ δύο ἀπόστολοι, ἀλλ’ ἁπλῶς διὰ νὰ τοὺς καθιερώσουν καὶ τοὺς ξεχωρίσουν ἐπισήμως εἰς τὸ εἰδικὸν τοῦτο ἔργον, τοὺς ἀπέστειλαν.
4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,
Αὐτοὶ λοιπόν, λαβόντες ὀνομαστικῶς τὴν ἀποστολὴν ταύτην ἀπὸ τὸ Ἅγιον Πνεῦμα καὶ ἔχοντες συνεπῶς τὴν ἐνίσχυσιν αὐτοῦ εἰς τὸ ἔργον των, κατέβησαν εἰς τὴν Σελεύκειαν καὶ ἀπ’ ἐκεῖ ἀπέπλευσαν εἰς τὴν Κύπρον.
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
Καὶ ὅταν ἔφθασαν εἰς τὴν πόλιν Σαλαμῖνα, ἐκήρυττον τὸν λόγον τοῦ Θεοῦ μέσα εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων, εἶχον δὲ μαζί των ὡς βοηθὸν καὶ τὸν Ἰωάννην.
6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
Ἀφοῦ δὲ ἐπέρασαν ἀπὸ τὸ ἐν ἄκρον ἕως τὸ ἄλλο τὴν νῆσον Κύπρον μέχρι τῆς πόλεως Πάφου, εὗρον κάποιον μάγον ψευδοπροφήτην, Ἰουδαῖον, τοῦ ὁποίου τὸ ὄνομα ἦτο Βαριησοῦς.
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
Αὐτὸς ἦτο πρόσωπον τῆς ἀκολουθίας τοῦ ἀνθυπάτου Σεργίου Παύλου, ὁ ὁποῖος ἦτο ἄνθρωπος συνετὸς καὶ σοβαρός. Ὁ Σέργιος λοιπὸν οὗτος, ἀφοῦ προσεκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Παῦλον, ἐζήτησε μὲ ἐνδιαφέρον νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ, τὸν ὁποῖον οὗτοι ἐκήρυττον.
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος ~οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ~ ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
Ἀνθίστατο ὅμως εἰς αὐτοὺς Ἐλύμας ὁ μάγος· διότι ἔτσι, διὰ τῆς λέξεως μάγος δηλαδή, μεταφράζεται τὸ ὄνομα Ἐλύμας, ὑπὸ τὸ ὁποῖον ἦτο γνωστὸς εἰς τοὺς Ἕλληνας ὁ Βαριησοῦς. Προσεπάθει δὲ ὁ Ἐλύμας μὲ ἐνστάσεις καὶ μὲ διαστροφὰς νὰ ἀπομακρύνῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν.
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν
Ἀλλ’ ὁ Σαῦλος, ὁ ὁποῖος λόγῳ τῆς ἰδιότητός του ὡς Ρωμαίου πολίτου ἔφερε καὶ τὸ ἐθνικὸν ρωμαϊκὸν ὄνομα Παῦλος, ἀφοῦ ἐπληρώθη τὸ ἐσωτερικόν του μὲ Πνεῦμα Ἅγιον καὶ ἔρριψε βλέμμα διαπεραστικὸν πρὸς τὸν μάγον,
10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ραδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
εἶπε· Ὦ υἱὲ τοῦ διαβόλου, ποὺ εἶσαι γεμᾶτος ἀπὸ κάθε δόλον καὶ ἀπάτην καὶ ἀπὸ κάθε πονηρίαν καὶ ραδιουργίαν· σύ, ποὺ εἶσαι ἐχθρὸς κάθε ἀρετῆς, δὲν θὰ παύσῃς ἀπὸ τοῦ νὰ διαστρέφῃς καὶ νὰ παρουσιάζῃς πεπλανημένους καὶ στραβοὺς τοὺς εὐθεῖς καὶ ἴσιους δρόμους, τὸ φωτιστικὸν δηλαδὴ καὶ ἀληθὲς κήρυγμα τῆς θείας διδασκαλίας, μὲ τὸ ὁποῖον ὁ Κύριος ζητεῖ νὰ ὁδηγήσῃ τοὺς ἀνθρώπους εἰς τὴν σωτηρίαν;
11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
Καὶ ἀφοῦ εἶσαι τέτοιος, ἰδοὺ τώρα θὰ ἐπιπέσῃ κατὰ σοῦ ἡ δύναμις τοῦ Θεοῦ καὶ θὰ εἶσαι τυφλὸς μὴ βλέπων τὸν ἥλιον καὶ τὸ φῶς του μέχρις ὡρισμένου καιροῦ. Παρευθὺς δὲ ἔπεσεν ἐπὶ τοῦ μάγου θαμπάδα καὶ σκότος καὶ περιεφέρετο ἐδῶ καὶ ἐκεῖ καὶ ἐζήτει ἀνθρώπους, ποὺ θὰ τὸν ὡδήγουν ἀπὸ τὸ χέρι.
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Τότε, ὅταν εἶδεν ὁ ἀνθύπατος τὸ θαυμαστὸν αὐτὸ γεγονός, ἐπίστευσεν, ὅσον δὲ περισσότερον ἐμάνθανε καὶ κατενόει τὴν διδασκαλίαν τοῦ Κυρίου, τόσον καὶ περισσότερον ἐθαύμαζε καὶ ἐξεπλήττετο δι’ αὐτήν.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
Ἀποπλεύσαντες δὲ ἀπὸ τὴν Πάφον ὁ Παῦλος καὶ ὅσοι ἦσαν μαζί του, ἦλθον εἰς τὴν Πέργην τῆς Παμφυλίας. Ἀλλ’ ὁ Ἰωάννης, ὁ ἐπικαλούμενος Μᾶρκος, ἀπεχωρίσθη ἀπὸ αὐτοὺς καὶ ἐπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
Αὐτοὶ ὅμως διέτρεξαν τὴν περιφέρειαν, ποὺ ἀρχίζει ἀπὸ τὴν Πέργην καὶ ἦλθον εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας καὶ ἀφοῦ εἰσῆλθον κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου εἰς τὴν συναγωγήν, ἐκάθισαν εἰς τὰ καθίσματα τὰ προωρισμένα διὰ τοὺς ξένους.
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
Μετὰ τὴν ἀνάγνωσιν δὲ τῶν περικοπῶν τῆς Πεντατεύχου καὶ τῶν προφητῶν, ἔστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς τὸν ὑπηρέτην τῆς συναγωγῆς καὶ τοὺς εἶπαν· Ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε λόγον προτρεπτικὸν καὶ διδακτικὸν διὰ τὸν λαόν, ὁμιλήσατε.
16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
Ἀφοῦ δὲ ἐσηκώθη ὁ Παῦλος καὶ ἔκαμε μὲ τὸ χέρι του σημεῖον, ὅτι ἐπρόκειτο νὰ ὁμιλήσῃ, εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ ὅσοι ἐκ τῶν ἐθνικῶν εἶσθε ἐδῶ, οἱ ὁποῖοι ὡς προσήλυτοι ἐγνωρίσατε τὸν ἀληθινὸν Θεὸν καὶ φοβεῖσθε αὐτόν, ἀκούσατε.
17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
Ὁ Θεὸς τοῦ προνομιούχου τοῦτου λαοῦ, ποὺ κατάγεται ἀπὸ τὸν εὐλογημένον Ἰσραήλ, ἐξέλεξε τοὺς προγόνους μας καὶ ἀνέδειξε πολυπληθῆ καὶ ἰσχυρὸν τὸν καταγόμενον ἀπὸ αὐτοὺς λαόν, ὅταν κατοικοῦσεν ὡς ξένος καὶ πάροικος εἰς τὴν χώραν τῆς Αἰγύπτου. Καὶ διὰ τῆς πανισχύρου του δυνάμεως τοὺς ἔβγαλεν ἀπὸ τὴν χώραν αὐτήν.
18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
Καὶ ἐκεῖ εἰς τὴν ἔρημον ἐπὶ τεσσαράκοντα περίπου ἔτη ἐβάστασεν ὁ Θεὸς τὴν δυσπειθῆ καὶ δύστροπον διαγωγήν των.
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
Καὶ ἀφοῦ ἐξώντωσεν ἑπτὰ ἔθνη ἐν τῇ χῶρᾳ τῆς Χαναάν, ἔδωκεν εἰς αὐτοὺς κληρονομίαν τὴν χώραν, τὴν ὁποίαν κατεῖχον ὡς ἰδικήν των τὰ ἔθνη ἐκεῖνα.
20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
Καὶ μετὰ ταῦτα ἐπὶ τετρακόσια καὶ πεντήκοντα περίπου ἔτη ἔδωκεν εἰς τὸν λαὸν κριτάς, οἱ ὁποῖοι τὸν ἐκυβέρνησαν μέχρι τοῦ Σαμουὴλ τοῦ προφήτου.
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·
Καὶ ἀπὸ τότε ἐζήτησαν βασιλέα καὶ ἔδωκεν εἰς αὐτοὺς ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κίς, ὁ ὁποῖος κατήγετο ἐκ τῆς φυλῆς Βενιαμὶν καὶ ἐβασίλευσεν ἐπὶ τεσσαράκοντα ἔτη.
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυΐδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυΐδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
Καὶ ὅταν ὁ Θεὸς τὸν ἀπεδοκίμασε καὶ τὸν ἐξεδίωξε, τοὺς ἀνέδειξε βασιλέα τὸν Δαβὶδ καὶ ἔδωκε ταύτην τὴν μαρτυρίαν περὶ αὐτοῦ· Εὗρον Δαβίδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνδρα ὅπως τὸν θέλει ἡ καρδία μου, ὁ ὁποῖος θὰ κάμῃ ὅλα τὰ θελήματά μου.
23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
Ἐκ τῶν ἀπογόνων τοῦ Δαβὶδ τούτου ὁ Θεὸς σύμφωνα μὲ τὴν ὑπόσχεσιν, ποὺ εἶχε δώσει εἰς τοὺς πατριάρχας καὶ εἰς αὐτὸν τὸν Δαβίδ, ἀπέστειλε καὶ ἀνέδειξεν εἰς τὸν Ἰσραὴλ σωτῆρα τὸν Ἰησοῦν,
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
ἀφοῦ προτήτερα ὁ Ἰωάννης, προτοῦ ὁ Ἰησοῦς ἔμβῃ εἰς τὴν δημοσίαν δρᾶσιν του, ἐκήρυξε βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ διὰ νὰ τὸν προπαρασκευάσῃ πρὸς ὑποδοχὴν τοῦ ἐρχόμενου μετ’ ὀλίγον Σωτῆρος.
25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
Κατὰ τὸν καιρὸν δέ, ποὺ ὁ Ἰωάννης ἐξηκολούθει νὰ κηρύττῃ διὰ νὰ φέρῃ εἰς πέρας τὴν ἀποστολήν του, ἔλεγε· Ποῖον μὲ νομίζετε ὅτι εἶμαι; Δὲν εἶμαι ἐγὼ αὐτός, ποὺ περιμένομεν ὡς Μεσσίαν, ἀλλ’ ἰδοὺ ὕστερον ἀπὸ ἐμὲ ἔρχεται κάποιος ἄλλος, τοῦ ὁποίου δὲν εἶμαι ἄξιος νὰ λύσω ὡς ταπεινός του ὑπηρέτης τὸ ὑπόδημα τῶν ποδῶν.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
Ἄνδρες ἀδελφοί, τέκνα τοῦ γένους Ἀβραὰμ καὶ ὅσοι μεταξύ σας εἶναι προσήλυτοι ἐκ τῶν ἐθνικῶν καὶ φοβοῦνται τὸν ἀληθινὸν Θεόν· εἰς σᾶς ἀπεστάλη τὸ κήρυγμα τῆς σωτηρίας ταύτης, ἥτις ἐπιτυγχάνεται διὰ τοῦ Ἰησοῦ.
27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν.
Εἰς σᾶς, ποὺ κατοικεῖτε μακρὰν ἀπὸ τὴν Παλαιστίνην, ἀπεστάλη τὸ κήρυγμα τοῦτο, διότι αὐτοί, ποὺ κατοικοῦν εἰς Ἱερουσαλὴμ καὶ οἰ ἄρχοντές των παρεγνώρισαν τοῦτον τὸν Ἰησοῦν, καθὼς καὶ τὰς διακηρύξεις τῶν προφητῶν, ποὺ κάθε Σάββατον ἀναγινώσκονται καὶ ἀκούονται εἰς τὰς συναγωγάς. Καὶ ἀντὶ νὰ τὸν ἀναγνωρίσουν ὡς Μεσσίαν, τὸν κατεδίκασαν, ἀσυναισθήτως δὲ καὶ χωρὶς νὰ τὸ καταλαβαίνουν ἐπλήρωσαν καὶ ἐπραγματοποίησαν τὰς προφητείας αὐτάς.
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
Καίτοι δὲ δεν εὗρον εἰς αὐτὸν κανὲν ἔγκλημα ἢ ἐνοχήν, ὥστε νὰ δικαιολογῆται ἡ εἰς θάνατον καταδίκη του, ἐζήτησαν ἀπὸ τὸν Πιλᾶτον νὰ θανατωθῇ οὗτος.
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
Ἀφοῦ δὲ ἐξετέλεσαν ὅλα ὅσα ἔχουν γραφῆ καὶ προφητευθῆ περὶ αὐτοῦ ὑπὸ τῶν προφητῶν, κατέβασαν ἀπὸ τὸ ξύλον τοῦ σταυροῦ τὸ σῶμα του καὶ τὸ ἔβαλαν εἰς μνημεῖον.
30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
Ὁ Θεὸς ὅμως ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν.
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
Καὶ αὐτὸς μετὰ τὴν Ἀνάστασίν του ἐνεφανίσθη ἐπὶ πολλὰς ἡμέρας εἰς ἐκείνους, ποὺ ἀνέβησαν μαζί του ἀπὸ τὴν Γαλιλαίαν εἰς τὴν Ἱερουσαλήμ, οἱ ὁποῖοι τὸν εἶδαν μὲ τὰ μάτια τους καὶ μαρτυροῦν τὴν Ἀνάστασίν του εἰς τὸν λαόν.
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν,
Καὶ ὅπως ἐκεῖνοι μαρτυροῦν εἰς τοὺς ἐν Ἰουδαίᾳ, οὕτω καὶ ἡμεῖς ἀναγγέλλομεν εἰς σᾶς τὸ χαρμόσυνον μήνυμα, ὅτι τὴν ἐπαγγελίαν καὶ ὑπόσχεσιν, ποὺ ἔδωκεν εἰς τοὺς προγόνους μας, ταύτην ὁ Θεὸς ἔχει τελείως πραγματοποιήσει δι’ ἡμᾶς τοὺς ἀπογόνους ἐκείνων. Καὶ τὴν ἐπραγματοποίησεν ἀναστήσας ἐκ νεκρῶν καὶ ἀνυψώσας τὸν Ἰησοῦν,
33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
σύμφωνα μὲ ὅσα ἔχουν γραφῆ εἰς τὸν δεύτερον Ψαλμόν· Υἱός μου εἶσαι σὺ ὄχι μόνον κατὰ τὴν θείαν, ἀλλὰ καὶ κατὰ τὴν ἀνθρωπίνην φύσιν σου. Ἐγὼ σήμερον, ὅταν ἔδειξες ὕψιστην ὑπακοὴν καὶ ἐνίκησες τὸν θάνατον, ἐπεβεβαίωσα διὰ τῆς ἐκ νεκρῶν Ἀναστάσεώς σου, ὅτι ἔχεις γεννηθῇ ἐξ ἐμοῦ καὶ σὲ ἀνύψωσα ἐνδόξως εἰς τὰ δεξιά μου.
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυΐδ τὰ πιστά.
Ὅτι δὲ τὸν ἀνέστησεν ἐκ νεκρῶν ὄχι προσωρινῶς, ὅπως οἱ νεκροί, ποὺ ἀναφέρονται εἰς τὰς Γραφὰς ὡς ἀναστάντες, ἀλλ’ ὁριστικῶς καὶ κατὰ τρόπον, ποὺ νὰ μὴ πρόκειται πλέον νὰ ἐπιστρέψῃ εἰς τὴν φθορὰν τοῦ θανάτου, τὸ ἔχει εἴπει ὁ Θεὸς μὲ τοὺς ἑξῆς λόγους· ὅτι θὰ δώσω εἰς σᾶς τὰς ἱερὰς ὑποσχέσεις μου, ποὺ ὑπεσχέθην εἰς τὸν Δαβίδ, αἱ ὁποῖαι εἶναι βέβαιαι καὶ ἀξιόπιστοι καὶ ἀσφαλῶς θὰ πραγματοποιηθοῦν.
35 διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Ἐπειδὴ δὲ αἱ ὑποσχέσεις αὐταὶ εἶναι βέβαιαι καὶ ἀξιόπιστοι, δι’ αὐτὸ καὶ εἰς ἄλλον Ψαλμὸν ὁμιλεῖ προφητικῶς καὶ περὶ ὑποσχέσεως, ἡ ὁποία ἐξεπληρώθη καὶ ἀπεδείχθη κατὰ πάντα ἀκριβῆς. Λέγει δηλαδή· Δὲν θὰ ἐπιτρέψῃς ὁ Μεσσίας, ποὺ εἶναι ἐξ ὁλοκλήρου ἀφωσιωμένος εἰς σέ, νὰ ἴδῃ φθορὰν καὶ ἀποσύνθεσιν θανάτου.
36 Δαυΐδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
Ὁ λόγος δὲ καὶ ἡ ὑπόσχεσις αὐτὴ δὲν ἐπραγματοποιήθη ἐπὶ τοῦ Δαβίδ, ἀλλ’ ἐπὶ τοῦ Ἰησοῦ. Διότι ὁ μὲν Δαβίδ, ἀφοῦ ὑπηρέτησε κατὰ τὴν γενεάν του εἰς τὴν βουλὴν τοῦ Θεοῦ, ἡ ὁποία ἀπέβλεπεν εἰς τὸ νὰ παρασκευασθοῦν οἱ ἄνθρωποι διὰ τὴν σωτηρίαν τοῦ Μεσσίου, ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ εἶδε τὴν φθορὰν τοῦ θανάτου.
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
Αὐτὸς ὅμως ὁ Ἰησοῦς, τὸν ὁποῖον ἀνέστησεν ὁ Θεός, δὲν εἶδε φθορὰν καὶ ἀποσύνθεσιν θανάτου.
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
Ἂς εἶναι λοιπὸν γνωστὸν εἰς σᾶς, ὦ ἄνδρες ἀδελφοί, ὅτι σᾶς διακηρύττεται καὶ σᾶς γνωστοποιεῖται σήμερον ἀπὸ ἡμᾶς ἄφεσις ἁμαρτιῶν, ἡ ὁποία δίδεται διὰ τοῦ Ἰησοῦ τούτου.
39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
Καὶ ἀπὸ ὅλα ἐκεῖνα τὰ ἁμαρτήματα, ἀπὸ τὰ ὁποῖα δὲν ἡμπορέσατε μὲ τὸν νόμον τοῦ Μωϋσέως νὰ δικαιωθῆτε, ἐπιτυγχάνει διὰ τοῦ Ἰησοῦ τούτου τὴν δικαίωσίν του καθένας ποὺ πιστεύει, εἴτε Ἰουδαῖος εἶναι, εἴτε ἐθνικός.
40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
Ἀφοῦ λοιπὸν ἐν τῷ Ἰησοῦ ἐπληρώθησαν πᾶσαι αἱ προφητεῖαι καὶ αἱ ἐπαγγελίαι καὶ ἀφοῦ δι’ αὐτοῦ μᾶς δίδεται ἡ δικαίωσις, προσέξατε μήπως πέσῃ ἐπάνω σας καὶ ἐφαρμοσθῇ εἰς σᾶς ἐκεῖνο, ποὺ ἔχει λεχθῆ εἰς τὰ βιβλία τῶν προφητῶν·
41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Ἴδετε σεῖς, ποὺ καταφρονεῖτε τὰ παραγγέλματα καὶ τὰς ἀπειλὰς τοῦ Θεοῦ. Ἴδετε καὶ θαυμάσατε καὶ ἑξαφανισθῆτε. Διότι ἐγὼ ἐργάζομαι ἐπὶ τῶν ἡμερῶν σας ἔργον τιμωρίας καὶ καταστροφῆς, ἡ ὁποία θὰ σᾶς ἐπιβληθῇ ὡς ποινὴ διὰ τὴν ἀσέβειάν σας. Καὶ θὰ εἶναι τόσον φοβερὰ καὶ ἀνέλπιστος εἰς σᾶς ἡ καταστροφὴ αὐτή, ὥστε ἐὰν κανεὶς ἐκ προτέρου σᾶς τὴν διηγῆται, θὰ σᾶς φανῇ τὸ ἔργον τοῦτο τῆς καταστροφῆς ἐξ ὁλοκλήρου ἀπίθανον καὶ κατ’ οὐδένα λόγον θὰ τὸ πιστεύσετε.
42 Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ρήματα ταῦτα.
Ὅταν δὲ οἰ δύο οὗτοι Ἀπόστολοι ἔβγαιναν ἀπὸ τὴν συναγωγὴν τῶν Ἰουδαίων, παρεκάλουν αὐτοὺς οἰ ἐκ τῶν ἐθνικῶν προσήλυτοι νὰ ἀναπτυχθοῦν διὰ περισσοτέρων λόγων εἰς αὐτοὺς κατὰ τὸ ἑπόμενον Σάββατον τὰ γεγονότα ταῦτα, τὰ ἀφορῶντα εἰς τὸν Μεσσίαν Χριστόν.
43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
Ὅταν δὲ διελύθη ἡ σύναξις, πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους καὶ ἀπὸ τοὺς σεβομένους τὸν ἀληθινὸν Θεὸν ἐθνικούς, ποὺ εἶχον προσηλυτισθῇ ἀπὸ τοὺς Ἰουδαίους, ἠκολούθησαν τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, οἱ ὁποῖοι τοὺς ὡμίλουν μὲ οἰκειότητα καὶ τοὺς ἔπειθαν νὰ ἐμμένουν εἰς τὴν χάριν τοῦ Θεοῦ, τὴν ὁποίαν ἔλαβον πιστεύσαντες ἐν τῷ μεταξὺ εἰς τὸ Εὐαγγέλιον καὶ βαπτισθέντες.
44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
Κατὰ τὸ ἑπόμενον δὲ Σάββατον σχεδὸν ὁλόκληρος ἡ πόλις συνηθροίσθη διὰ νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ.
45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
Ὅταν ὅμως εἶδον οἱ Ἰουδαῖοι τὰ πλήθη αὐτὰ τοῦ λαοῦ, ἐκυριεύθησαν ἀπὸ ζηλοτυπίαν καὶ φανατισμὸν καὶ ἀντέλεγον εἰς ἐκεῖνα, ποὺ ἔλεγεν ὁ Παῦλος. Καὶ προσέθετον ὁλονὲν νέας ἀντιλογίας. Συγχρόνως δὲ καὶ ἐβλασφήμουν ὑβρίζοντες τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους.
46 παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
Ἀλλ’ ὁ Παῦλος καὶ ὁ Βαρνάβας τοὺς ὡμίλησαν μετὰ ἀφοβίας καὶ θάρρους καὶ τοὺς εἶπαν· Σύμφωνα μὲ τὸ σχέδιον τοῦ Θεοῦ, ὁ ὁποῖος ἐκάλεσεν εἰς σωτηρίαν πρῶτον ἀπὸ ὅλους τοὺς ἄλλους λαοὺς τὸν Ἰσραήλ, ἦτο ἀναγκαῖον καὶ ἐπιβεβλημένον εἰς σᾶς τοὺς Ἰουδαίους νὰ κηρυχθῇ πρῶτον ὁ λόγος τοῦ Θεοῦ. Ἀφοῦ ὅμως τὸν ἀποδιώχνετε καὶ δὲν τὸν δέχεσθε, καὶ ἀφοῦ σεῖς οἱ ἴδιοι βγάζετε διὰ τοὺς ἑαυτούς σας τὴν ἀπόφασιν, ὅτι δὲν εἶσθε ἄξιοι τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα πρὸς τοὺς ἐθνικούς.
47 οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Καὶ πράττομεν τοῦτο, διότι ἔτσι μᾶς ἔχει διατάξει ὁ Κύριος. Καὶ ἡ διαταγὴ καὶ ἐντολὴ αὐτὴ τοῦ Κυρίου περιέχεται εἰς τοὺς ἑξῆς λόγους, τοὺς ὁποίους ὁ Θεὸς διὰ τοῦ Ἡσαΐου ἀπευθύνει πρὸς τὸν Μεσσίαν· Σέ, τὸν Μεσσίαν, ἔχω θέσει διὰ νὰ εἶσαι φῶς τῶν ἐθνικῶν· διὰ νὰ εἶσαι πρὸς σωτηρίαν ὅλων, ἄνευ διακρίσεως χωρῶν καὶ φυλῶν, ἕως τὰ ἔσχατα ἄκρα τῆς γῆς.
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
Ὅταν δὲ ἤκουον ταῦτα οἱ ἐθνικοὶ καὶ ἐπληροφοροῦντο ὅτι καὶ δι’ αὐτοὺς εἶχε σταλῆ ὁ Μεσσίας, ἔχαιρον καὶ ἐξεφράζοντο μὲ εὐγνωμοσύνην καὶ θαυμασμὸν διὰ τὸν λόγον τοῦ Κυρίου. Καὶ ἐπίστευσαν ὅσοι ἦσαν προωρισμένοι διὰ τὴν αἰώνιον ζωὴν ἀπὸ τὸν Θεὸν σύμφωνα μὲ τὴν πρόγνωσιν, ποὺ εἶχε δι’ αὐτούς, ὅτι θὰ εἶχαν εὐθεῖαν καὶ ἐπιδεκτικὴν θέλησιν.
49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.
Μετεφέρετο δὲ διὰ στόματος καὶ διεδίδετο ὁ λόγος τοῦ Κυρίου εἰς ὅλην τὴν χώραν.
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
Οἱ Ἰουδαῖοι ὅμως παρεκίνησαν τὰς προσηλύτους γυναῖκας, ποὺ ἐσέβοντο τὸν ἀληθινὸν Θεόν, καὶ τὰς γυναῖκας τῆς ἀνωτέρας τάξεως καὶ τοὺς προκρίτους τῆς πόλεως καὶ προεκάλεσαν διωγμὸν ἐναντίον τοῦ Παύλου καὶ τοῦ Βαρνάβα καὶ τοὺς ἔβγαλαν ἔξω ἀπὸ τὰ σύνορά των.
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
Αὐτοὶ δὲ ἀφοῦ ἐτίναξαν τὴν σκόνην τῶν ποδῶν των, διὰ νὰ δείξουν ὅτι διακόπτουν κάθε σχέσιν μαζί των καὶ τίποτε ἰδικόν τους, οὔτε ἀπὸ τὸ χῶμα τῆς πατρίδος, δὲν παίρνουν ἐπάνω τους, ἦλθον εἰς τὸ Ἰκόνιον.
52 οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
Παρὰ τὸν διωγμὸν ὅμως τοῦτον οἱ μαθηταί, ποὺ ἔμενον εἰς τὴν Ἀντιόχειαν καὶ τὰ περίχωρα αὐτῆς, ἐγίνοντο ὁλονὲν καὶ περισσότερον γεμᾶτοι χαρὰν καὶ Πνεῦμα Ἅγιον. Ἡ θεία χάρις δηλαδὴ ἐπλημμύρει εἰς τὸ ἐσωτερικόν των καὶ μετὰ τῶν ἄλλων καρπῶν τοῦ Πνεύματος ἐκαρποφόρει καὶ τὴν χαράν.
Ερμηνεία Π. Τρεμπέλα