ελ
Καινή Διαθήκη
1 ΚΑΤ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ βασιλεὺς Ἡρῴδης Ἀγρίππας ὁ Α', ἐγγονὸς τοῦ μεγάλου Ἡρῴδου, ἔβαλε χέρι εἰς μερικοὺς ἀπὸ τὰ μέλη τῆς Ἐκκλησίας διὰ νὰ τοὺς κακοποιήσῃ.
2 ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.
Ἐθανάτωσε δὲ διὰ μαχαίρας τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου.
3 καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων·
Καὶ ὅταν εἶδεν, ὅτι καὶ οἱ προεστοὶ καὶ ὁ λαὸς τῶν Ἰουδαίων εὐχαριστήθησαν διὰ τὴν ἐνέργειάν του αὐτήν, ἀπεφάσισεν ἐπιπροσθέτως νὰ συλλάβῃ καὶ τὸν Πέτρον. Ἦσαν δὲ τότε αἱ ἡμέραι τῆς ἑορτῆς τῶν ἀζύμων.
4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
Καὶ ἀφοῦ συνέλαβε τοῦτον, τὸν ἔκλεισεν εἰς φυλακήν, παραδώσας αὐτὸν εἰς τέσσαρας τετράδας στρατιωτῶν διὰ νὰ τὸν φρουροῦν, διότι ἤθελε μετὰ τὴν ἑορτὴν τοῦ Πάσχα νὰ τὸν ἀνεβάσῃ εἰς τὸ κριτήριον καὶ νὰ τὸν δικάσῃ ἐπὶ παρουσίᾳ τοῦ λαοῦ.
5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
Ἔτσι λοιπὸν ὁ μὲν Πέτρος ἐφρουρεῖτο μέσα εἰς τὴν φυλακήν· ὑπὸ τῆς Ἐκκλησίας ὅμως τῶν Ἱεροσολύμων ἐγίνετο ἑξακολουθητικῶς ὑπὲρ τῆς διασώσεως αὐτοῦ μακρὰ καὶ θερμὴ προσευχὴ πρὸς τὸν Θεόν.
6 Ὃτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
Ὅταν δὲ ἐπρόκειτο ὁ Ἡρῴδης νὰ τὸν προσαγάγῃ εἰς τὸ δικαστήριον, κατὰ τὴν προηγουμένην νύκτα τῆς ἡμέρας ἐκείνης ὁ Πέτρος ἐκοιμᾶτο ἥσυχα ἐν μέσῳ δύο στρατιωτῶν δεμένος μὲ δύο ἁλυσίδες, καὶ φρουροὶ πρὸ τῆς θύρας ἐφύλαττον τὸ δεσμωτήριον.
7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων. ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἦλθεν ἔξαφνα καὶ φῶς ἔλαμψεν ἐντὸς τοῦ δωματίου, ὅπου ἐκοιμᾶτο ὁ Πέτρος. Ἀφοῦ δὲ ὁ ἄγγελος ἐκτύπησε τὴν πλευρὰν τοῦ Πέτρου, τὸν ἐξύπνησε καὶ τοῦ εἶπε· Σήκω γρήγορα. Καὶ ἀμέσως ἔπεσαν αἱ ἁλυσίδες ἀπὸ τὰ χέρια του.
8 εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσε τὸ ὑποκάμισόν σου καὶ δέσε εἰς τὰ πόδια σου τὰ πέδιλά σου. Καὶ ὁ Πέτρος ἀμέσως ἔκαμεν, ὅπως διετάχθη. Καὶ λέγει εἰς αὐτὸν ὁ ἄγγελος· Φόρεσε τὸ ἐξωτερικόν σου ροῦχο καὶ ἀκολούθησέ με.
9 καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
Καὶ ὁ Πέτρος, ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ δωμάτιον, ἠκολούθει τὸν ἄγγελον καὶ δὲν εἶχεν ἀντιληφθῇ ἀκόμη, ὅτι εἶναι πραγματικὸν αὐτό, ποὺ ἐγίνετο ἀπὸ τὸν Θεὸν διὰ μέσου τοῦ ἀγγέλου. Ἐνόμιζε δέ, ὅτι βλέπει εἰς τὸν ὕπνον του κάποιαν ὀπτασίαν.
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ρύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ.
Ἀφοῦ δὲ ἐπέρασαν τὸν πρῶτον καὶ τὸν δεύτερον φρουρόν, ἦλθον εἰς τὴν σιδηρᾶν ἐξώπορταν, ποὺ ὠδήγει ἀμέσως εἰς τὴν πόλιν, καὶ ἡ πόρτα αὐτὴ τοὺς ἠνοίχθη μόνη της. Καὶ ἀφοῦ ἐβγῆκαν ἐπέρασαν μαζὶ μίαν στενωπόν. Καὶ ἀμέσως ἔφυγεν ἀπὸ τὸν Πέτρον ὁ ἄγγελος.
11 καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῶ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
Καὶ τότε ὁ Πέτρος συνῆλθεν ἀπὸ τὴν κατάστασιν τῆς ἐκπλήξεως καὶ τῆς ἐκστάσεως, ἕνεκα τῆς ὁποίας ἐνόμιζεν, ὅτι ἔβλεπεν ὅραμα καὶ εἶπε· Τώρα καταλαβαίνω, ὅτι πραγματικῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελόν του καὶ μὲ ἠλευθέρωσεν ἀπὸ τὴν κακοποιὸν χεῖρα τοῦ Ἡρῴδου, καθὼς καὶ ἀπὸ κάθε κακόν, ποὺ ἐπερίμενεν ὁ λαὸς τῶν Ἰουδαίων νὰ γίνῃ εἰς ἐμέ.
12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
Καὶ ἀφοῦ ἀντελήφθη ποὺ ἦτο καὶ ἐσκέφθη τί ἔπρεπε νὰ κάμῃ, ἦλθεν εἰς τὸ σπίτι τῆς Μαρίας, τῆς μητρὸς τοῦ Ἰωάννου, ποὺ ἐπωνομάζετο Μᾶρκος, ὅπου ἦσαν μαζευμένοι ἀρκετοὶ καὶ προσηύχοντο ὑπὲρ αὐτοῦ.
13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ρόδη,
Ὅταν δὲ ὁ Πέτρος ἐκτύπησε τὴν ἐξώπορταν τοῦ προαυλίου, ἐπλησίασε μία νεαρὰ ὑπηρέτρια, ποὺ ἐλέγετο Ρόδη, διὰ νὰ ἐρωτήσῃ καὶ ἐκ τῆς ἀπαντήσεως, ποὺ θὰ ἐδίδετο, νὰ ἀκούσῃ ποῖος ἦτο.
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
Καὶ ἐπειδὴ ἀνεγνώρισε τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τὴν μεγάλην της χαρὰν δὲν ἤνοιξε τὴν ἐξωπορταν, ἀλλ’ ἔτρεξε μέσα καὶ ἀνήγγειλεν, ὅτι ἔξω ἀπὸ τὴν αὐλόθυραν στέκεται ὁ Πέτρος.
15 οἱ δὲ πρὸς αὐτὴν εἶπον· μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν.
Αὐτοὶ ὅμως τῆς εἶπαν· Εἶσαι τρελλὴ καὶ δὲν ἠξεύρεις, τί λέγεις. Ἐκείνη ὅμως ἐβεβαίωνεν ἐπιμόνως, ὅτι οὕτως εἶχε τὸ πρᾶγμα. Ἀλλ’ ἐκεῖνοι πρὸ τῆς ἐπιμονῆς τῆς μικρᾶς ὑπηρετρίας εἶπαν εἰς τὸ τέλος· Δὲν εἶναι ὁ Πέτρος, ἀλλ’ εἶναι ὁ ἄγγελός του.
16 ὁ δὲ Πέτρος ἐπέμενε κρούων. ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν.
Ὁ Πέτρος ὅμως ἐν τῷ μεταξὺ ἐκτύπα ἐπιμόνως τὴν θύραν. Καὶ ὅταν ἤνοιξαν, τὸν εἶδαν καὶ ἐκυριεύθησαν ἀπὸ θαυμασμὸν καὶ ἔκστασιν.
17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
Αὐτὸς δέ, ἀφοῦ μὲ τὸ χέρι του τοὺς ἔκαμε σημεῖον να σιωπήσουν, ὥστε νὰ μὴ γίνουν ἀντιληπτοὶ εἰς τοὺς γείτονας, τοὺς διηγήθη, πῶς ὁ Κύριος διὰ τοῦ ἀγγέλου τὸν ἔβγαλεν ἀπὸ τὴν φυλακήν. Εἶπε δέ· Ἀναγγείλατε εἰς τὸν Ἰάκωβον καὶ εἰς τοὺς ἀδελφοὺς αὐτά, ποὺ σᾶς διηγήθην. Καὶ ἀφοῦ ἐβγῆκεν ἀπὸ τὸ σπίτι καὶ ἀπὸ τὴν πόλιν τῶν Ἱεροσολύμων, ἐπῆγεν εἰς ἄλλο μέρος.
18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
Ὅταν δὲ ἐξημέρωσεν, ἔγινεν ὄχι ὀλίγη ταραχὴ μεταξὺ τῶν στρατιωτῶν, οἱ ὁποῖοι ἐζήτουν νὰ ἀνακαλύψουν, τί ἆρά γε νὰ ἔγινεν ὁ Πέτρος.
19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
Ἐν τῷ μεταξὺ δὲ ὁ Ἡρῴδης τὸν ἐζήτησεν, ἀλλὰ δὲν τὸν εὗρε. Καὶ ἀφοῦ ὑπέβαλεν εἰς ἀνάκρισιν τοὺς φρουρούς, οἱ ὁποῖοι τὸν ἐφύλαττον, διέταξε νὰ τοὺς πάρουν ἀπὸ ἐμπρός του καὶ νὰ τοὺς μεταφέρουν εἰς τὸν τόπον τῆς θανατικῆς των ἐκτελέσεως. Καὶ μετὰ τοῦτο κατέβη ἀπὸ τὴν Ἰουδαίαν εἰς τὴν Καισάρειαν καὶ παρέμενεν ἐκεῖ.
20 Ἦν δὲ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
Ἦτο δὲ ὁ Ἡρῴδης πολὺ ἐξωργισμένος ἐναντίον τῶν κατοίκων τῶν πόλεων Τύρου καὶ Σιδῶνος. Ἀπὸ συμφώνου δὲ οὗτοι ἔστειλαν ἀντιπροσώπους καὶ παρουσιάσθησαν εἰς αὐτόν. Καὶ ἀφοῦ κατώρθωσαν νὰ προσεταιρισθοῦν τὸν Βλαστόν, τὸν αὐλικὸν ποὺ ἐπεριποιεῖτο τὸ ἰδιαίτερον δωμάτιον τοῦ βασιλέως, ἐζήτουν νὰ ἀποκαταστήσουν μετ’ αὐτοῦ σχέσεις εἰρηνικὰς καὶ φιλικάς, διότι ἡ χώρα των ἐπρομηθεύετο τὰ τρόφιμά της ἀπὸ τὴν χώραν τοῦ βασιλέως Ἡρῴδου.
21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς.
Εἰς ὡρισμένην δὲ ἡμέραν ὁ Ἡρῴδης, ἀφοῦ ἐνεδύθη στολὴν βασιλικὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, ποὺ εἶχε στηθῆ εἰς τὸ θέατρον, ἠγόρευε δημοσίᾳ πρὸς αὐτούς.
22 ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
Τὰ εἰδωλολατρικα δὲ πλήθη τῆς Καισαρείας, διὰ νὰ τὸν κολακεύσουν, ἐφώναζαν· Αὐτὴ εἶναι φωνὴ Θεοῦ καὶ ὄχι φωνὴ ἀνθρώπου.
23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ᾿ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Τὴν ἰδίαν ὅμως στιγμὴν ἄγγελος Κυρίου τὸν ἐπάταξε δι’ ἀπαισίας νόσου, ἐπειδὴ δὲν ἔδωκε τὴν ὀφειλομένην δόξαν εἰς τὸν Θεόν, ἀλλ’ ἀπεδέχθη τὴν θεοποίησιν αὐτὴν καὶ ἐθεώρησε τὸν ἑαυτόν του ἄξιον αὐτῆς. Καὶ μετὰ τὴν πληγὴν αὐτὴν τοῦ ἀγγέλου, σκώληκες κατέτρωγον τὰς σάρκας του, ἕως ὅτου μετ’ ὀλίγας ἡμέρας ἐξεψύχησεν.
24 Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.
Ἀλλ’ ἐνῷ ὁ Ἡρῴδης τοιοῦτον ἄθλιον ἔλαβε τέλος, ὁ λόγος τοῦ Θεοῦ ἔκανε νέας προόδους καὶ ἐπολλαπλασιάζοντο οἱ ὀπαδοί του.
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
Ὁ Βαρνάβας δὲ καὶ ὁ Σαῦλος, ἀφοῦ μετέφεραν τὰς συνεισφορὰς τῶν ἀδελφῶν εἰς Ἱεροσόλυμα καὶ ἐτελείωσαν τὴν ὑπηρεσίαν, ποὺ τοὺς εἶχαν ἀναθέσει οἱ Χριστιανοὶ τῆς Ἀντιοχείας, ἐπέστρεψαν ἀπὸ τὰ Ἱεροσόλυμα καὶ παρέλαβον ἀπ’ ἐκεῖ μαζί των καὶ τὸν Ἰωάννην, ποὺ ἐπωνομάσθη κατὰ τὴν ἐποχὴν ἐκείνην Μᾶρκος.
Ερμηνεία Π. Τρεμπέλα