ελ
Καινή Διαθήκη
1 ΗΚΟΥΣΑΝ δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
Ήκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοί, ποὺ ἔμεναν εἱς τὰ διάφορα μέρη τῆς Ἰουδαίας, ὅτι καὶ οἱ ἐθνικοὶ ἐδέχθησαν τὸν λόγον τοῦ Θεοῦ καὶ ἐβαπτίσθησαν, χωρὶς προηγουμένως νὰ περιτμηθοῦν.
2 καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
Καὶ ὅταν ἀνέβη ὁ Πέτρος εἰς Ἱεροσόλυμα, ἐδείκνυαν πρὸς αὐτὸν ψυχρότητα καὶ τὸν ἀπέφευγαν οἱ ἐξ Ἰουδαίων Χριστιανοί, οἱ ὁποῖοι, πρὶν βαπτισθοῦν καὶ γνωρίσουν τὸν Χριστόν, εἶχον λάβει περιτομήν, ἐθεώρουν δὲ καὶ τώρα ὡς ἀναγκαίαν τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ νόμου.
3 λέγοντες ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς.
Καὶ ἔλεγον πρὸς τὸν Πέτρον, ὅτι ἐμβῆκες εἰς τὸ σπίτι ἀνθρώπων, ποὺ δὲν εἶχον λάβει ποτὲ περιτομήν, καὶ ἔφαγες μαζὶ μὲ αὐτούς, χωρὶς νὰ προσέξῃς, ἐὰν τὰ φαγητὰ ἦσαν καθαρὰ καὶ παρεσκευάσθησαν, ὅπως ἀπαιτοῦν αἱ περὶ καθαρότητος διατάξεις καὶ παραδόσεις.
4 ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
Ἤρχισε δὲ ὁ Πέτρος νὰ ἐκθέτῃ τὰ γεγονότα κατὰ σειρὰν καὶ ἔλεγεν·
5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ·
Ἐγὼ προσηυχόμην εἰς τὴν πόλιν τῆς Ἰόππης, καὶ ἔπεσα εἰς ἔκστασιν καὶ εἶδα, ὅχι πλέον μὲ τὰς αἰσθήσεις τοῦ σώματος, θεῖον ὅραμα· εἶδα δηλαδὴ ἕνα ἀγγεῖον, σὰν σινδόνην μεγάλην, νὰ κρατῆται ἀπὸ τὰ τέσσαρα ἄκρα της καὶ νὰ ρίπτεται κάτω σιγὰ σιγὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἦλθεν ἕως ἐκεῖ ποὺ ἤμουν ἐγώ.
6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Εἰς τὴν σινδόνην αὐτὴν ἔρριψα προσεκτικὰ τὸ βλέμμα μου καὶ διέκρινα καθαρά, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
7 ἤκουσα δὲ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Ἤκουσα δὲ φωνήν, ἡ ὁποία μου ἔλεγε· Πέτρε· σήκω, σφάξε καὶ φάγε.
8 εἶπον δέ, μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
Ἐγὼ δὲ εἶπα· Μὲ κανένα τρόπον, Κύριε, δὲν θὰ σφάξω, οὔτε θὰ φάγω ποτὲ ἀπὸ τὰ ζῶα αὐτά. Διότι δὲν ἔβαλα ποτὲ εἰς τὸ στόμα μου ὁποιονδήποτε μολυσμένον ἢ ἀκάθαρτον φαγητόν.
9 ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
Ἀπεκρίθη δὲ ἐκ δευτέρου εἰς ἐμὲ μία φωνὴ ἀπὸ τὸν οὐρανόν· Ἐκεῖνα, ποὺ ὁ Θεὸς διεκήρυξεν ὡς καθαρά, σὺ μὴ τὰ θεωρῇς καὶ μὴ τὰ ἀποκαλῇς ἀκάθαρτα.
10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.
Τοῦτο δὲ ἔγινε τρεῖς φοράς. Καὶ πάλιν ὅλα ἐσύρθησαν ἐπάνω εἰς τὸν οὐρανόν, εἰς τὸν τόπον δηλαδή, ποὺ κανὲν ἀκάθαρτον δὲν εἰσχωρεῖ. Ἦσαν λοιπὸν καὶ ὅλα αὐτὰ καθαρά.
11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Καὶ ἰδοὺ κατὰ τὴν αὐτὴν ἀκριβῶς στιγμὴν ἐστάθησαν ἐμπρὸς εἰς τὸ σπίτι ὅπου ἤμουν τρεῖς ἄνθρωποι, ἀπεσταλμένοι πρὸς ἐμὲ ἀπὸ τὴν Καισάρειαν.
12 εἶπε δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς μηδὲν διακρινόμενον. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Εἶπε δὲ πρὸς ἐμὲ τὸ Πνεῦμα νὰ τοὺς ἀκολουθήσω καὶ νὰ ἔλθω μαζί τους εἰς τὴν Καισάρειαν, χωρὶς νὰ δοκιμάσω δισταγμὸν ἢ ἀμφιβολίαν περὶ τοῦ ἂν ἐπιτρέπεται νὰ ταξιδεύσω μετ’ αὐτῶν. Ἦλθον δὲ μαζὶ μὲ ἐμὲ εἰς τὴν Καισάρειαν καὶ αὐτοὶ ἐδῶ οἱ ἓξ ἀδελφοί, τοὺς ὁποίους βλέπετε, καὶ εἰσήλθομεν μαζὶ εἰς τὸ σπίτι τοῦ ἀνθρώπου, ποὺ μᾶς εἶχε προσκαλέσει.
13 ἀπήγγειλέ τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· ἀπόστειλον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
Καὶ αὐτὸς μᾶς διηγήθη, πῶς εἶδε τὸν ἄγγελον εἰς τὸ σπίτι του νὰ σταθῇ ὄρθιος ἐμπρὸς του καὶ νὰ τοῦ εἶπη· Στεῖλε εἰς τὴν Ἰόππην ἀνθρώπους καὶ κάλεσε τὸν Σίμωνα, ποὺ ἐπονομάζεται Πέτρος.
14 ὃς λαλήσει ρήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἷκός σου.
Αὐτὸς θὰ λαλήσῃ πρὸς σὲ λόγους, μὲ τοὺς ὁποίους, ἐὰν τοὺς ἐγκολπωθῆτε καὶ συμμορφωθῆτε πρὸς αὐτούς, θὰ σωθῇς σὺ καὶ ὅλοι, ὅσοι εἶναι εἰς τὸ σπίτι σου.
15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἃγιον ἐπ᾿ αὐτοὺς ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ.
Ὅταν δὲ ἐγὼ ἤρχισα νὰ τοὺς ὁμιλῷ, μετεδόθησαν εἰς αὐτοὺς τὰ ἔκτακτα χαρίσματα τοῦ Ἁγίου Πνεύματος, καθὼς εἶχαν μεταδοθῇ καὶ εἰς ἡμᾶς εἰς τὰς ἀρχὰς κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ποὺ διὰ πρώτην φορὰν μετεδόθη τὸ Ἅγιον Πνεῦμα εἰς τὴν Ἐκκλησίαν.
16 ἐμνήσθην δὲ τοῦ ρήματος Κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.
Ἐνεθυμήθην δὲ τότε τὸν λόγον τοῦ Κυρίου, ὅταν ἔλεγεν· ὁ Ἰωάννης μὲν ἐβάπτισε τοὺς προσελθόντας εἰς αὐτὸν μὲ ἁπλοῦν νερό, σεῖς δὲ θὰ βαπτισθῆτε μὲ Πνεῦμα Ἅγιον.
17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;
Ἐὰν λοιπὸν τὴν αὐτὴν δωρεὰν καὶ τὰ ἴδια χαρίσματα τοῦ Ἁγίου Πνεύματος ἔδωκεν εἰς αὐτοὺς ὁ Θεός, ὅπως καὶ εἰς ἡμᾶς, καὶ τὰ ἔδωκε μόνον καὶ μόνον διότι καὶ ἐκεῖνοι καὶ ἡμεῖς ἐπιστεύσαμεν εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν, ποῖος ἤμουν ἐγὼ καὶ ποίαν δύναμιν εἶχον διὰ νὰ ἐμποδίσω τὸν Θεόν, ἀπὸ τοῦ νὰ δεχθῇ εἰς τὸ βάπτισμα τοὺς ἐθνικοὺς τούτους;
18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες· ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.
Ὅταν δὲ ἤκουσαν αὐτὰ οἱ ἐν Ἱεροσολύμοις Χριστιανοὶ ἡσύχασαν καὶ ἔπαυσαν κάθε ἀντιλογίαν καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες· Ἀπὸ αὐτὰ λοιπὸν ἀποδεικνύεται, ὅτι καὶ εἰς τοὺς ἐθνικοὺς ἔδωκεν ὁ Θεὸς τὴν χορηγηθεῖσαν εἰς τοὺς Ἰουδαίους μετάνοιαν, διὰ νὰ λάβουν καὶ αὐτοὶ τὴν διὰ τοῦ Μεσσίου σωτηρίαν καὶ ζωήν.
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
Ἀλλὰ προτοῦ συμβοῦν αὐτὰ μὲ τὸν Κορνήλιον, ἐπεκράτει εἰς τοὺς Χριστιανοὺς τῶν Ἱεροσολύμων ἡ προκατάληψις, ὅτι οἱ ἐθνικοὶ δὲν εἶχον τὰ αὐτὰ δικαιώματα μὲ τοὺς Ἰουδαίους ἐπὶ τῆς διὰ τοῦ Ἰησοῦ Χριστοῦ σωτηρίας. Ἐκεῖνοι, λοιπόν, ποὺ ἔφυγαν ἀπὸ τὰ Ἱεροσόλυμα καὶ διεσπάρησαν λόγῳ τοῦ διωγμοῦ, ὁ ὁποῖος ἔγινεν ἐξ αἰτίας τοῦ Στεφάνου, ἔφθασαν μέχρι τῆς Φοινίκης καὶ τῆς Κύπρου καὶ τῆς Ἀντιοχείας καὶ δὲν ἐκήρυττον τὸν λόγον τοῦ Θεοῦ εἰς κανένα ἄλλον, παρὰ μόνον εἰς τοὺς Ἰουδαίους.
20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
Ἦσαν δὲ μερικοὶ ἀπὸ αὐτοὺς ἄνδρες Ἰουδαῖοι μὲν κατὰ τὴν καταγωγήν, ἀλλ’ οἱ ὁποῖοι εἶχαν γεννηθῇ ἄλλοι εἰς τὴν Κύπρον καὶ ἄλλοι εἰς τὴν Κυρηναϊκὴν Λιβύην. Αὐτοὶ ὅταν ἦλθαν εἰς τὴν Ἀντιοχείαν, ἐδίδασκον τοὺς Ἰουδαίους, ποὺ εἶχον γεννηθῇ μακρὰν τῆς Παλαιστίνης καὶ εἶχον πλέον ὡς γλῶσσαν μητρικήν των τὴν Ἑλληνικήν, καὶ ἐκήρυττον εἰς αὐτοὺς τὸ Εὐαγγέλιον τῆς διὰ τοῦ Ἰησοῦ Χριστοῦ σωτηρίας.
21 καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
Καὶ ἡ δύναμις τοῦ Κυρίου ἦτο μαζί των καὶ μὲ τὴν συνέργειαν καὶ ἐνίσχυσιν τῆς δυνάμεως ταύτης πολὺς ἀριθμὸς ἐκ τῶν Ἰουδαίων τούτων Ἑλληνιστῶν ἐπίστευσε καὶ ἐπέστρεψε εἰς τὸν Κύριον.
22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας·
Ἔφθασε δὲ ἡ φήμη τῶν ἐπιτυχιῶν τούτων εἰς τὰ αὐτιὰ τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων, καὶ ἐξαπέστειλαν τὸν Βαρνάβαν νὰ ἔλθῃ μέχρις Ἀντιοχείας.
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ,
Αὐτὸς δέ, ὅταν ἦλθε καὶ εἶδε τὴν χάριν τοῦ Θεοῦ, ποὺ ἐμαρτυρεῖτο ἀπὸ τὸ πλῆθος τῶν πιστευσάντων καὶ ἀπὸ τὸν βίον αὐτῶν, ἐχάρη καὶ προέτρεπεν ὅλους νὰ μένουν ἀφωσιωμένοι καὶ προσκολλημένοι εἰς τὸν Κύριον μὲ ὅλην τὴν διάθεσιν τῆς ψυχῆς των.
24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
Ἐχάρη δὲ καὶ ἐστήριζε τοὺς νέους τούτους μαθητὰς ὁ Βαρνάβας, διότι ἦτο ἄνθρωπος ἀγαθὸς καὶ γεμᾶτος Πνεῦμα Ἅγιον καὶ πίστιν. Δι’ αὐτὸ δὲ καὶ ἠδύνατο νὰ στηρίζῃ καὶ νὰ παρακαλῇ. Καὶ ἐκ τῆς δράσεως ταύτης τοῦ Βαρνάβα προσετέθη εἰς τοὺς πιστοὺς ἀκολούθους τοῦ Κυρίου πολὺ πλῆθος λαοῦ.
25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν.
Μετέβη δὲ ὁ Βαρνάβας εἰς Ταρσὸν διὰ νὰ ζητήσῃ τὸν Σαῦλον καὶ παραλάβῃ αὐτὸν ὡς βοηθόν του εἰς τὸ ἔργον τῆς διδασκαλίας καὶ ἐνισχύσεως τοῦ πλήθους τούτου τῶν Χριστιανῶν. Καὶ ὅταν τὸν εὔρε, τὸν ἔφερεν εἰς τὴν Ἀντιοχείαν.
26 ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Συνέβη δὲ ἐπὶ ἓν ὁλόκληρον ἔτος οἱ δύο αὐτοὶ ἀπόστολοι νὰ λάβουν μέρος εἰς τὰς συνάξεις τῶν πιστῶν ἐν τῇ Ἐκκλησίᾳ καὶ νὰ διδάξουν πλῆθος πολύ. Καὶ εἰς τὴν Ἀντιόχειαν ἐξ ἀφορμῆς τοῦ πλήθους των ὠνομάσθησαν διὰ πρώτην φορὰν οἱ μαθηταὶ τοῦ Κυρίου Χριστιανοί.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
Κατὰ τὰς ἡμέρας δὲ αὐτὰς κατέβησαν ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Ἀντιόχειαν μερικοὶ προφῆται.
28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.
Εἰς τὴν σύναξιν δὲ τῶν πιστῶν ἐσηκώθη ἕνας ἀπὸ αὐτούς, ποὺ ἐλέγετο Ἄγαβος, καὶ φωτισθεὶς ἀπὸ τὸ Ἅγιον Πνεῦμα κατέστησε γνωστόν, ὅτι ἔμελλε νὰ γίνῃ μεγάλη πεῖνα εἰς ὅλην τὴν οἰκουμένην. Ἔγινε δὲ πράγματι ἡ πείνα αὐτὴ ἐπὶ τῆς αὐτοκρατορίας τοῦ Κλαυδίου Καίσαρος.
29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Κατόπιν δὲ τῆς προφητείας αὐτῆς οἱ μαθηταὶ ἀναλόγως τῶν πόρων καὶ τῶν μέσων, ποὺ εἶχε κανείς, ἀπεφάσισαν νὰ στείλουν καθένας ἀπὸ αὐτοὺς συνδρομὴν πρὸς βοήθειαν καὶ ὑπηρεσίαν τῶν ἀδελφῶν, οἱ ὁποῖοι διέμενον ἐν τῇ Ἰουδαίᾳ.
30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
Πράγματι δὲ τὸ ἔκαμαν καὶ ἀπέστειλαν τὴν εἰσφοράν των εἰς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων διὰ τῶν χειρῶν τοῦ Βαρνάβα καὶ τοῦ Σαύλου.
Ερμηνεία Π. Τρεμπέλα