ελ
Καινή Διαθήκη
1 ΑΝΗΡ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Ήτο δὲ κάποιος ἄνθρωπος εἰς τὴν Καισάρειαν, ποὺ ὠνομάζετο Κορνήλιος, ἑκατόνταρχος, ἀπὸ τὸ τάγμα ποὺ ἐλέγετο σπεῖρα Ἰταλική.
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
Αὐτὸς ἦτο εὐσεβὴς καὶ μολονότι ἐκ καταγωγῆς ἦτο εἰδωλολάτρης, ἐγνώρισε τὸν ἀληθινὸν Θεὸν καὶ ἐφοβεῖτο αὐτὸν μὲ ὅλους, ὅσοι ἦσαν εἰς τὸ σπίτι του· καὶ ἔκανε πολλὰς ἐλεημοσύνας εἰς τὸν λαὸν καὶ παρεκάλει συνεχῶς τὸν Θεὸν νὰ τὸν φωτίσῃ.
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
Αὐτὸς λοιπὸν ὁ ἄνθρωπος εἶδε καθαρὰ καὶ φανερὰ εἰς ὀπτασίαν, ποὺ τοῦ παρουσιάσθῃ περίπου εἰς τὰς τρεῖς τὸ ἀπόγευμα, ἕνα ἄγγελον τοῦ Θεοῦ, ὁ ὁποῖος εἰσῆλθεν εἰς τὸ σπίτι του πρὸς συνάντησιν αὐτοῦ καὶ τοῦ εἶπε· Κορνήλιε.
4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
Αὐτὸς δέ, ἀφοῦ ἔστρεψε καὶ προσήλωσε τὰ μάτια του εἰς αὐτόν, ἐκυριεύθη ὁλόκληρος ἀπὸ φόβον καὶ εἶπε· Τί εἶναι, κύριε; Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος: Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς τὸν οὐρανὸν ὡς προσφορὰ εὐπρόσδεκτος εἰς τὸν Θεὸν καὶ ἀξία διὰ νὰ σὲ ἐνθυμῆται καὶ νὰ μὴ σὲ λησμονῇ ποτέ.
5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
Καὶ τώρα στεῖλε εἰς τὴν Ἰόππην ἀπεσταλμένους καὶ κάλεσε νὰ ἔλθῃ ἐδῶ Σίμων, ποὺ ὀνομάζεται Πέτρος.
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
Αὐτὸς φιλοξενεῖται ἀπὸ κάποιον Σίμωνα βυρσοδέψην, ὁ ὁποῖος ἔχει τὸ σπίτι του κοντὰ εἰς τὴν θάλασσαν.
7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
Ἀμέσως δὲ ὅταν ἔφυγεν ὁ ἄγγελος, ποὺ ὡμίλει πρὸς τὸν Κορνήλιον, ἐκάλεσεν οὗτος δύο ἀπὸ τοὺς ὑπηρέτας, ποὺ ἔμεναν εἰς τὸ σπίτι του, καὶ ἕνα στρατιώτην εὐσεβῇ ἀπὸ τοὺς ἀπεσπασμένους εἰς τὴν ὑπηρεσίαν του,
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
καὶ ἀφοῦ τοὺς ἐξήγησεν ὅλα, ὅσα τοῦ ἐφανερώθησαν εἰς τὴν ὀπτασίαν, τοὺς ἀπέστειλεν εἰς τὴν Ἰόππην.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
Τὴν ἄλλην δὲ ἡμέραν, ἐνῷ ἐκεῖνοι ἐβάδιζον καὶ ἐπλησίαζαν νὰ φθάσουν εἰς τὴν πόλιν, ἀνέβη ὁ Πέτρος εἰς τὸ ἠλιακωτὸν τοῦ σπιτιοῦ διὰ νὰ προσευχηθῇ, κατὰ τὰς δώδεκα τὸ μεσημέρι.
10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,
Ἐπείνασε δὲ πολὺ καὶ ἤθελε νὰ γευθῇ τροφήν. Ἐνῷ δὲ ἐκεῖνοι, ποὺ ἦσαν εἰς τὸ σπίτι, ἠτοίμαζαν τὸ φαγητόν, κατέλαβε τὸν Πέτρον ἔκστασις εἰς τρόπον ὥστε αἱ σωματικαί του αἰσθήσεις ἀπεσπάσθησαν ἀπὸ τὸν ἐξωτερικὸν κόσμον καὶ ὁ νοῦς του ὁλόκληρος προσηλώθη εἰς ἐκεῖνα, ποὺ τοῦ ἐφανέρωνεν ὁ Θεός.
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
Καὶ βλέπει τότε τὸν οὐρανὸν νὰ εἶναι ἀνοιγμένος καὶ νὰ καταβαίνῃ πρὸς αὐτὸν ἕνα ἀγγεῖον, ποὺ ὡμοίαζε πρὸς σινδόνην μεγάλην καὶ τὸ ὁποῖον ἦτο δεμένον ἀπὸ τέσσαρα ἄκρα καὶ ἐρρίπτετο σιγά - σιγὰ ἐπὶ τῆς γῆς.
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Μέσα δὲ εἰς αὐτὸ ὑπῆρχον ὅλα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, πλεῖστα ἐκ τῶν ὁποίων σύμφωνα μὲ τὰς διατάξεις τοῦ νόμου ἦσαν ἀκάθαρτα καὶ ἀπηγορεύετο εἰς τοὺς Ἰσραηλίτας νὰ τρώγουν αὐτά.
13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Καὶ ἦλθε φωνὴ πρὸς αὐτόν, ποὺ τοῦ ἔλεγε: Πέτρε, σήκω, σφάξε ἀπὸ τὰ ζῶα αὐτά, ποὺ βλέπεις, καὶ φάγε.
14 ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
Ὁ Πέτρος ὅμως εἶπε· Μὲ κανένα τρόπον δὲν θὰ κάμω τοῦτο, Κύριε· διότι ποτὲ εἰς τὴν ζωήν μου δὲν ἔφαγα οἰονδήποτε ζῶον, τὸ ὁποῖον ὁ νόμος ἀπαγορεύει ὡς μολυσμένον ἢ ἀκάθαρτον.
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
Καὶ ἦλθε πάλιν διὰ δευτέραν φορὰν φωνὴ πρὸς αὐτόν· Αὐτὰ ποὺ ὁ Θεὸς κατεβάζει ἀπὸ τὸν οὐρανὸν μέσα εἰς τὴν σινδόνην, τὰ ἔχει κάμει καθαρά. Σὺ λοιπὸν μὴ θεωρῇς ταῦτα ἀκάθαρτα καὶ μολυσμένα.
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Τοῦτο δὲ ἔγινε τρεῖς φοράς. Καὶ πάλιν τὸ ἀγγεῖον ὑψώθη καὶ ἀνελήφθη ὡς καθαρὸν εἰς τὸν οὐρανόν, ὅπου ἀκάθαρτον δὲν εἰσχωρεῖ.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
Ἐνῷ δὲ ἀποροῦσε μέσα του ὁ Πέτρος περὶ τοῦ τί νὰ ἐσήμαινε τὸ ὅραμα ποὺ εἶδε, καὶ ἰδοὺ οἱ ἄνθρωποι οἱ ἀπεσταλμένοι ἀπὸ τὸν Κορνήλιον, ἀφοῦ ἐν τῷ μεταξὺ ἡρώτησαν καὶ εὗρον τὸ σπίτι τοῦ Σίμωνος, ἐστάθησαν ἐμπρὸς εἰς τὴν ἐξώπορταν.
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
Καὶ ἀφοῦ ἐφώναξαν δυνατά, ἐζήτουν νὰ πληροφορηθοῦν, ἐὰν ὁ Σίμων, ποὺ ἐπονομάζεται Πέτρος, φιλοξενεῖται ἐδῶ.
19 τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσί σε·
Ἐνῷ δὲ ὁ Πέτρος ἐκυκλοφόρει εἰς τὴν διάνοιάν του τὸ ὅραμα ποὺ εἶδε, καὶ προσεπάθει νὰ τὸ ἐξηγήσῃ, εἶπεν εἰς αὐτὸν δι’ ἐσωτερικῆς ἐμπνεύσεως τὸ Ἅγιον Πνεῦμα· Ἰδοὺ τρεῖς ἄνδρες σὲ ζητοῦν. Μὴ τοὺς ἀποφύγῃς ἐξ αἰτίας τοῦ ὅτι εἶναι ἐθνικοὶ καὶ ἀκάθαρτοι.
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
Ἀλλὰ σήκω γρήγορα καὶ κατέβα ἀπὸ τὸ ἠλιακωτὸν καὶ πήγαινε μαζί τους, χωρὶς νὰ διστάσῃς εἰς τίποτε, διότι ἐγὼ τοὺς ἔχω ἀποστείλει εἰς συνάντησίν σου.
21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
Ἀφοῦ δὲ ὁ Πέτρος κατέβη πρὸς τοὺς ἄνδρας, εἶπεν· Ἰδοὺ ἐγὼ εἶμαι ἐκεῖνος ποὺ ζητεῖτε. Ἐκ ποίας αἰτίας καὶ διὰ ποῖον σκοπὸν ἤλθατε ἐδῶ;
22 οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ρήματα παρὰ σοῦ.
Οὗτοι δὲ εἶπον· Ὁ Κορνήλιος ὁ ἑκατόνταρχος, ἄνθρωπος δίκαιος καὶ θεοφοβούμενος, καὶ ὁ ὁποῖος μαρτυρεῖται ὡς τοιοῦτος ἀπὸ ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων, ἔλαβεν ἐντολὴν καὶ ὁδηγίαν ἀπὸ ἄγγελον ἅγιον νὰ στείλῃ καὶ νὰ σὲ καλέσῃ εἰς τὸ σπίτι του καὶ νὰ ἀκούσῃ ἀπὸ σὲ λόγους, ποὺ θὰ τὸν ὁδηγήσουν εἰς σωτηρίαν.
23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ,
Κατόπιν λοιπὸν τῆς εἰδήσεως αὐτῆς ὁ Πέτρος τοὺς ἐκάλεσε νὰ ἔμβουν εἰς τὸ σπίτι καὶ τοὺς ἐφιλοξένησε. Τὴν ἄλλην δὲ ἡμέραν ἐσηκώθη καὶ ἀνεχώρησε μετ’ αὐτῶν. Καὶ ἐπῆγαν μαζί του καὶ μερικοὶ ἀπὸ τοὺς ἀδελφοὺς τῆς Ἐκκλησίας τῆς Ἰόππης.
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Καὶ τὴν ἄλλην ἡμέραν ἐμβῆκαν εἰς τὴν Καισάρειαν. Ὁ Κορνήλιος δὲ ἐν τῷ μεταξὺ τοὺς ἐπερίμενε, καὶ συνεκάλεσε πρὸς ὑποδοχήν των τοὺς συγγενεῖς του καὶ τοὺς στενωτέρους φίλους του.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
Ὅτε δὲ ἐπρόκειτο ὁ Πέτρος νὰ εἰσέλθῃ εἰς τὸ σπίτι, ἐβγῆκεν εἰς προϋπάντησίν του ὁ Κορνήλιος καὶ ἀφοῦ ἔπεσεν εἰς τὰ πόδια του ἐπροσκύνησεν.
26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
Ὁ Πέτρος ὅμως τὸν ἐσήκωσε καὶ εἶπε· Σήκω ἐπάνω καὶ μὴ μὲ προσκυνῇς. Διότι καὶ ἐγὼ αὐτὸς εἶμαι ἄνθρωπος, ὅπως σύ.
27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
Καὶ ἐπροχώρησε συνομιλῶν ἐν τῷ μεταξὺ μετ’ αὐτοῦ καὶ ἐμβῆκεν εἰς τὸ σπίτι, ὅπου εὗρε πολλοὺς ἀνθρώπους νὰ εἶναι μαζεμένοι.
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
Καὶ εἶπε πρὸς αὐτοὺς ὁ Πέτρος· Σεῖς ξεύρετε καλά, πόσον ἀπαγορεύεται ἀπὸ τὸν μωσαϊκὸν νόμον εἰς ἄνθρωπον Ἰουδαῖον νὰ ἔρχεται εἰς στενὰς σχέσεις ἢ νὰ πλησιάζῃ ἀλλοεθνῆ. Εἰς ἐμὲ ὅμως ὁ Θεὸς δι’ ὁράματος ἐφανέρωσε νὰ μὴ θεωρῶ μολυσμένον ἢ ἀκάθαρτον κανένα ἄνθρωπον.
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
Δι’ αὐτὸ καὶ ἦλθον, ὅταν ἐκλήθην ὑπὸ τῶν ἀπεσταλμένων, χωρὶς νὰ προβάλω καμμίαν ἀντίρρησιν. Ἐρωτῶ λοιπὸν νὰ μάθω, διὰ ποῖον λόγον ἐστείλατε νὰ μὲ φέρετε;
30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
Καὶ ὁ Κορνήλιος εἶπε· Πρὸ τεσσάρων ἡμερῶν καθ’ ὅλην τὴν ἡμέραν, ἀπὸ τὸ πρωῒ μέχρι τῆς ὥρας αὐτῆς ἐνήστευον. Καὶ εἰς τὰς τρεῖς τὸ ἀπόγευμα προσηυχόμην εἰς τὸ σπίτι μου. Καὶ ἰδοὺ ἐστάθη ἐμπρός μου ἕνας ἄνθρωπος μὲ λαμπρὰν ἐνδυμασίαν,
31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
καὶ εἶπε· Κορνήλιε, εἱσηκούσθη ἡ προσευχή σου καὶ ὁ Θεὸς ἐνεθυμήθη τὰς ἐλεημοσύνας σου, δι’ αὐτὸ δὲ καὶ εὑδοκεῖ τώρα νὰ πραγματοποιήσῃ τοὺς πόθους σου.
32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
Στεῖλε λοιπὸν εἰς τὴν Ἰόππην καὶ κάλεσε νὰ ἔλθῃ ἐδῶ ὁ Σίμων, ποὺ ἐπονομάζεται Πέτρος. Αὐτὸς φιλοξενεῖται εἰς τὴν οἰκίαν Σίμωνος τοῦ βυρσοδέψου, ἡ ὁποία εἶναι πλησίον τῆς θαλάσσης. Αὐτός, ἀφοῦ ἔλθῃ ἐδῶ, θὰ σοῦ ὁμιλήσῃ περὶ τοῦ μέσου καὶ τοῦ τρόπου τῆς σωτηρίας σου.
33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
Ἀμέσως λοιπὸν μετὰ τὸ ὅραμα καὶ ἀπὸ τὴν αὐτὴν στιγμὴν ἔστειλα καὶ σὲ ἐκάλεσα, καὶ σὺ καλὰ ἔκαμες ποὺ ἦλθες. Τώρα λοιπὸν ὅλοι μας εἴμεθα ἐμπρὸς εἰς τὸν Θεὸν πρόθυμοι νὰ ἀκούσωμεν ὅλα, ὅσα ἔχουν διαταχθῇ εἰς σὲ ἀπὸ τὸν Θεὸν νὰ μᾶς εἴπῃς.
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
Ἀνοίξας δὲ ὁ Πέτρος τὸ στόμα του μὲ τὴν ἀπόφασιν νὰ ὁμιλήσῃ διὰ μακρῶν εἶπεν· Ἀληθῶς καταλαβαίνω, ὅτι ὁ Θεὸς δὲν ἐπηρεάζεται ἀπὸ πρόσωπα καὶ δὲν κάνει προσωποληψίας.
35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
Ἀλλ’ εἰς κάθε ἔθνος, ὁποῖος φοβεῖται τὸν Θεὸν καὶ πολιτεύεται εἰς τὸν βίον του μὲ δικαιοσύνην, εἶναι δεκτὸς ὑπ’ αὐτοῦ καὶ δύναται νὰ ἀρέσῃ εἰς αὐτόν.
36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
Δι’ αὐτὸ καὶ ἐγὼ δὲν ἐμποδίζομαι τώρα νὰ ἀναπτύξω καὶ εἰς σᾶς τὸν λόγον καὶ τὸ κήρυγμα, τὸ ὁποῖον ὁ Θεὸς ἀπέστειλεν εἰς τοὺς Ἰσραηλίτας. Καὶ μὲ τὸν λόγον καὶ τὸ κήρυγμα αὐτὸ ἀναγγέλλει τὸ χαρμόσυνον μήνυμα τῆς εἰρηνεύσεως τοῦ Ἰσραὴλ πρὸς τὸν Θεὸν διὰ μέσου τοῦ Ἰησοῦ Χριστοῦ. Αὐτὸς εἶναι ὁ Κύριος ὅλων τῶν ἀνθρώπων καὶ θέλει ὅλοι νὰ σωθοῦν.
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ρῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
Σεῖς ξεύρετε τὸ γεγονός, ποὺ διὰ λόγου ἐκηρύχθη καθ’ ὅλην τὴν Ἰουδαίαν, καὶ τὸ ὁποῖον ἤρχισε ἀπὸ τὴν Γαλιλαίαν μετὰ τὸ βάπτισμα τῆς μετανοίας, ποὺ ἐκήρυξεν ὁ Ἰωάννης.
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ·
Γνωρίζετε τὸν Ἰησοῦν, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν πόλιν Ναζαρέτ, πῶς ἔχρισεν αὐτὸν ὁ Θεὸς διὰ Πνεύματος Ἁγίου καὶ τὸν περιέβαλε μὲ δύναμιν, εἰς τὴν ὁποίαν ὀφείλονται τὰ τόσα θαύματά του καὶ ὁ ὁποῖος περιώδευσε καὶ ἐπέρασε ἀπὸ τόπου εἰς τόπον εὐεργετῶν καὶ θεραπεύων ὅλους, ὅσοι κατετυραννοῦντο ἀπὸ τὸν διάβολον καὶ ἐδαιμονίζοντο. Καὶ ἐνήργει τὰ ὑπερφυσικὰ ταῦτα ἔργα ὁ Ἰησοῦς, διότι ὁ Θεὸς ἦτο μαζί του.
39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
Καὶ ἡμεῖς εἴδαμεν μὲ τὰ μάτια μας καὶ εἴμεθα μάρτυρες ὅλων, ὅσα ἔκαμε καὶ εἰς τὴν χώραν τῶν Ἰουδαίων καὶ εἰς τὴν Ἱερουσαλήμ. Καὶ ὅμως αὐτόν, ποὺ τόσας εὐεργεσίας καὶ θεραπείας ἔκαμε, τὸν ἐφόνευσαν καὶ μάλιστα μὲ θάνατον ἀτιμωτικόν. Διότι τὸν ἐκρέμασαν ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ.
40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
Ὁ Θεὸς ὅμως ἀνέστησε τοῦτον κατὰ τὴν τρίτην ἀπὸ τοῦ θανάτου του ἡμέραν καὶ ἐπέτρεψε νὰ γίνῃ ὁρατὸς καὶ νὰ ἐμφανισθῇ μετὰ τὴν Ἀνάστασίν του,
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
ὄχι πλέον εἰς ὅλον τὸν λαόν. Ἀλλ’ ἐνεφανίσθη εἰς μάρτυρας, οἱ ὁποῖοι εἶχον ἐκλεγῇ ὑπὸ τοῦ Θεοῦ πολὺ προτοῦ σταυρωθῇ καὶ ἀναστηθῇ ὁ Ἰησοῦς. Καὶ οἱ μάρτυρες αὐτοὶ εἴμεθα ἡμεῖς οἱ ἀπόστολοι, οἱ ὁποῖοι ἐφάγομεν καὶ ἐπίομεν μαζὶ μὲ αὐτὸν μετὰ τὴν Ἀνάστασίν του ἐκ νεκρῶν.
42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
Καὶ μᾶς παρήγγειλε νὰ κηρύξωμεν εἰς τὸν λαὸν καὶ νὰ μαρτυρήσωμεν καθιστῶντες ὑπευθύνους ἐνώπιον τοῦ Θεοῦ τοὺς ἀκροατάς μας, ἐὰν δὲν δεχθοῦν τὴν μαρτυρίαν μας, ὅτι αὐτὸς ὁ Ἰησοῦς εἶναι ἐκεῖνος, τὸν ὁποῖον ὁ Θεὸς κατὰ τὴν σωτηριώδη καὶ ἀμετάθετον βουλήν του ἔχει ὁρίσει κριτὴν ζώντων καὶ νεκρῶν.
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Δι’ αὐτὸν μαρτυροῦν ὅλοι οἱ προφῆται καὶ βεβαιοῦν ὅτι καθένας, ποὺ πιστεύει εἰς αὐτόν, θὰ λάβῃ ἄφεσιν ἁμαρτίων διὰ τῆς δυνάμεως καὶ χάριτος, ἡ ὁποία προέρχεται ἀπὸ τὸ ὄνομα καὶ τὸ πρόσωπόν του.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ρήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἃγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
Ἐνῷ δὲ ὁ Πέτρος ἔλεγε τοὺς λόγους αὐτοὺς καὶ προτοῦ ἀκόμη τοὺς τελειώσῃ, ἔπεσε κατὰ τρόπον αἰσθητὸν καὶ ἐμφανῇ τὸ Ἅγιον Πνεῦμα ἐπὶ ὅλων, ὅσοι ἤκουον τὸν λόγον.
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
Καὶ κατελήφθησαν ἀπὸ βαθὺν θαυμασμὸν καὶ ἔκπληξιν οἱ πιστοὶ Ἰουδαῖοι, ὅσοι εἶχαν ἔλθει μαζὶ μὲ τὸν Πέτρον ἀπὸ τὴν Ἰόππην. Καὶ ἐξεπλάγησαν οὗτοι, διότι καὶ εἰς τοὺς ἐθνικούς, ποὺ δὲν εἶχαν περιτμηθῆ, οὔτε εἶχαν συμμορφωθῆ πρὸς τὰς τυπικὰς διατάξεις τοῦ νόμου, ἐχύθη πλουσίως ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος.
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
Ἀντελήφθησαν δὲ τὴν ἔκχυσιν αὐτὴν τῶν δωρεῶν καὶ εἰς τοὺς ἐθνικούς, διότι τοὺς ἤκουον νὰ ὁμιλοῦν μὲ γλώσσας, ποὺ δὲν τὰς ἤξευραν προτήτερα, καὶ μὲ τὰς ὁποίας τώρα ἐδοξολόγουν τὸν Θεόν.
47 τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἃγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
Τότε ἔλαβε τὸν λόγον ὁ Πέτρος καὶ εἶπε· Μήπως ἡμπορεῖ κανεὶς νὰ ἐμποδίσῃ τὸ νερὸ διὰ νὰ μὴ βαπτισθοῦν εἰς αὐτὸ οὗτοι, οἱ ὁποῖοι ἔλαβον τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς τὸ ἐλάβομεν καὶ ἡμεῖς, χωρὶς νὰ ὑπολείπωνται εἰς τὰ χαρίσματά του οὐδὲ κατ’ ἐλάχιστον ἀπὸ ἡμᾶς;
48 προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Καὶ διέταξε νὰ βαπτισθοῦν οὗτοι εἰς τὸ ὅνομα τοῦ Κυρίου. Τότε τὸν παρεκάλεσαν νὰ παραμείνῃ μετ’ αὐτῶν μερικὰς ἡμέρας.
Ερμηνεία Π. Τρεμπέλα